ταῦτα ὡς ἀπηγγέλθη Ἀλεξάνδρῳ, παραγγείλας τοῖς πεζοῖς κατὰ λόχους κλίμακας ποιεῖσθαι ὅσαι ἑκάστῳ λόχῳ ἐπηγγέλθησαν, αὐτὸς μὲν ἐπὶ τὴν πρώτην ἀπὸ τοῦ στρατοπέδου ὁρμηθέντι πόλιν προὐχώρει, ᾖ ὄνομα ἦν Γάζα: ἐς γὰρ ἑπτὰ πόλεις ξυμπεφευγέναι ἐλέγοντο οἱ ἐκ τῆς χώρας βάρβαροι: