previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐν Ἐκβατάνοις δὲ θυσίαν τε ἔθυσεν Ἀλέξανδρος, ὥσπερ αὐτῷ ἐπὶ ξυμφοραῖς ἀγαθαῖς νόμος, καὶ ἀγῶνα ἐπετέλει γυμνικόν τε καὶ μουσικόν, καὶ πότοι αὐτῷ ἐγίνοντο παρὰ τοῖς ἑταίροις. καὶ ἐν τούτῳ Ἡφαιστίων ἔκαμε τὸ σῶμα: ἑβδόμη τε ἡμέρα ἤδη ἦν αὐτῷ τῆς νόσου καὶ λέγουσι τὸ μὲν στάδιον πλῆρες εἶναι: παίδων γὰρ ἀγὼν ἦν ἐκείνῃ τῇ ἡμέρᾳ γυμνικός: ἐπεὶ δὲ ἐξηγγέλλετο Ἀλεξάνδρῳ ὅτι κακῶς ἔχοι Ἡφαιστίων, δὲ παρ᾽ αὐτὸν ἐλθὼν σπουδῇ οὐκέτι ζῶντα κατέλαβεν. [2] ἔνθα δὴ καὶ ἄλλοι ἄλλα ἀνέγραψαν ὑπὲρ τοῦ πένθους τοῦ Ἀλεξάνδρου: μέγα μὲν γενέσθαι αὐτῷ τὸ πένθος, πάντες τοῦτο ἀνέγραψαν, τὰ δὲ πραχθέντα ἐπ᾽ αὐτῷ ἄλλοι ἄλλα, ὡς ἕκαστος εὐνοίας πρὸς Ἡφαιστίωνα φθόνου εἶχεν καὶ πρὸς αὐτὸν Ἀλέξανδρον. [3] ὧν οἱ τὰ ἀτάσθαλα ἀναγράψαντες οἱ μὲν ἐς κόσμον φέρειν μοι δοκοῦσιν οἰηθῆναι Ἀλεξάνδρῳ ὅσα ὑπεραλγήσας ἔδρασεν εἶπεν ἐπὶ τῷ πάντων δὴ ἀνθρώπων φιλτάτῳ, οἱ δὲ ἐς αἰσχύνην μᾶλλόν τι ὡς οὐ πρέποντα οὔτ᾽ οὖν βασιλεῖ οὔτε Ἀλεξάνδρῳ, οἱ μέν, τὸ πολὺ μέρος τῆς ἡμέρας ἐκείνης ἐρριμμένον ἐπὶ τοῦ σώματος τοῦ ἑταίρου ὀδύρεσθαι οὐδ᾽ ἐθέλειν ἀπαλλαγῆναι, πρίν γε δὴ πρὸς βίαν ἀπηνέχθη πρὸς τῶν ἑταίρων: [4] οἱ δέ, τήν τε ἡμέραν ὅλην καὶ τὴν νύκτα ὅλην ἐρρῖφθαι ἐπὶ τῷ σώματι: οἱ δὲ καί, τὸν ἰατρὸν Γλαυκίαν ὅτι ἐκρέμασε, καὶ τοῦτο[ν] ὡς ἐπὶ φαρμάκῳ κακῶς δοθέντι, οἱ δέ, ὅτι οἴνου περιεῖδεν ἐμπλησθέντα θεωρῶν αὐτός: καὶ κείρασθαι Ἀλέξανδρον ἐπὶ τῷ [p. 310] νεκρῷ τὴν κόμην τά τε ἄλλα οὐκ ἀπεικότα τίθεμαι καὶ κατὰ ζῆλον τὸν Ἀχιλλέως, πρὸς ὅντινα ἐκ παιδὸς φιλοτιμία αὐτῷ ἦν: οἱ δὲ καί, τὸ ἅρμα ἐφ᾽ ὅτῳ τὸ σῶμα ἐφέρετο αὐτὸς ἔστιν ὅτε ὅτι ἡνιόχει, [5] τοῦτο οὐδαμῇ πιστὸν ἔμοιγε λέγοντες: ἄλλοι δέ, ὅτι καὶ τοῦ Ἀσκληπιοῦ τὸ ἕδος ἐν Ἐκβατάνοις κατασκάψαι ἐκέλευσε, βαρβαρικὸν τοῦτό γε καὶ οὐδαμῇ Ἀλεξάνδρῳ πρόσφορον, ἀλλὰ τῇ Ξέρξου μᾶλλόν τι ἀτασθαλίᾳ τῇ ἐς τὸ θεῖον καὶ ταῖς πέδαις ἃς λέγουσιν ἐς τὸν Ἑλλήσποντον καθεῖναι Ξέρξην, τιμωρούμενον δῆθεν τὸν Ἑλλήσποντον. [6] ἀλλὰ καὶ ἐκεῖνο οὐ πάντῃ ἔξω τοῦ εἰκότος ἀναγεγράφθαι μοι δοκεῖ, ὡς ἐπὶ Βαβυλῶνος ἤλαυνεν Ἀλέξανδρος, ἐντυχεῖν αὐτῷ κατὰ τὴν ὁδὸν πολλὰς πρεσβείας ἀπὸ τῆς Ἑλλάδος, εἶναι δὲ δὴ ἐν τούτοις Ἐπιδαυρίων πρέσβεις: καὶ τούτους ὧν τε ἐδέοντο ἐξ Ἀλεξάνδρου τυχεῖν καὶ ἀνάθημα δοῦναι αὐτοῖς Ἀλέξανδρον κομίζειν τῷ Ἀσκληπιῷ, ἐπειπόντα ὅτι: καίπερ οὐκ ἐπιεικῶς κέχρηταί μοι Ἀσκληπιός, οὐ σώσας μοι τὸν ἑταῖρον ὅντινα ἴσον τῇ ἐμαυτοῦ κεφαλῇ ἦγον. ἐναγίζειν τε ὅτι ἀεὶ ὡς ἥρωϊ ἐκέλευεν Ἡφαιστίωνι, τοῦτο μὲν πρὸς τῶν πλείστων ἀναγέγραπται: [7] οἱ δὲ λέγουσιν ὅτι καὶ εἰς Ἄμμωνος ἔπεμψεν ἐρησομένους τὸν θεὸν εἰ καὶ ὡς θεῷ θύειν συγχωρεῖ Ἡφαιστίωνι, τὸν δὲ οὐ ξυγχωρῆσαι. [8] ἐκεῖνα δὲ πρὸς πάντων ξυμφωνούμενα, ἐς τρίτην ἀπὸ τοῦ θανάτου τοῦ Ἡφαιστίωνος ἡμέραν μήτε σίτου γεύσασθαι Ἀλέξανδρον μήτε τινὰ θεραπείαν ἄλλην θεραπεῦσαι τὸ σῶμα, ἀλλὰ κεῖσθαι γὰρ ὀδυρόμενον πενθικῶς σιγῶντα: καὶ πυρὰν κελεῦσαι αὐτῷ ἑτοιμάζεσθαι ἐν Βαβυλῶνι ἀπὸ ταλάντων μυρίων, οἱ δὲ καὶ πλειόνων ἀνέγραψαν: [9] καὶ ὅτι πένθος ποιεῖσθαι [p. 311] περιηγγέλη κατὰ πᾶσαν τὴν χώραν τὴν βάρβαρον: καὶ ὅτι πολλοὶ τῶν ἑταίρων τῶν Ἀλεξάνδρου ἐς θεραπείαν τὴν ἐκείνου σφᾶς τε αὐτοὺς καὶ τὰ ὅπλα Ἡφαιστίωνι ἀνέθεσαν ἀποθανόντι: πρῶτον δὲ Εὐμενῆ ἄρξαι τοῦ σοφίσματος, ὅντινα ὀλίγῳ πρόσθεν ἔφαμεν ὅτι διηνέχθη πρὸς Ἡφαιστίωνα: καὶ τοῦτο δὲ δρᾶσαι, τῷ Ἀλεξάνδρῳ ὡς μὴ ἐφήδεσθαι δοκοίη τελευτήσαντι Ἡφαιστίωνι. [10] οὔκουν οὐδὲ ἄλλον τινὰ ἔταξεν ἀντὶ Ἡφαιστίωνος χιλίαρχον ἐπὶ τῇ ἵππῳ τῇ ἑταιρικῇ Ἀλέξανδρος, ὡς μὴ ἀπόλοιτο τὸ ὄνομα τοῦ Ἡφαιστίωνος ἐκ τῆς τάξεως, ἀλλὰ Ἡφαιστίωνός τε χιλιαρχία ἐκαλεῖτο καὶ τὸ σημεῖον αὐτῆς ἡγεῖτο τὸ ἐξ Ἡφαιστίωνος πεποιημένον. ἀγῶνά τε ἐπενόει ποιῆσαι γυμνικόν τε καὶ μουσικὸν πλήθει τε τῶν ἀγωνιζομένων καὶ τῇ εἰς αὐτὸν χορηγίᾳ πολύ τι τῶν ἄλλων τῶν πρόσθεν ἀριδηλότερον: τρισχιλίους γὰρ ἀγωνιστὰς τοὺς σύμπαντας παρεσκεύασε. καὶ οὗτοι ὀλίγον ὕστερον ἐπ᾽ Ἀλεξάνδρου τῷ τάφῳ λέγουσιν ὅτι ἠγωνίσαντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: