Ἥρα
ἐξ οὗ τὸ μειράκιον τοῦτο, ὦ Ζεῦ, τὸ
Φρύγιον ἀπὸ τῆς Ἴδης ἁρπάσας δεῦρο ἀνήγαγες, ἔλαττόν
μοι τὸν νοῦν προσέχεις.
Ζεύς
καὶ τοῦτο γάρ, ὦ Ἥρα, ζηλοτυπεῖς ἤδη ἀφελὲς
οὕτω καὶ ἀλυπότατον; ἐγὼ δὲ ᾤμην ταῖς γυναιξὶ μόναις
χαλεπήν σε εἶναι, ὁπόσαι ἂν ὁμιλήσωσί μοι.