Ἔρως
ἀλλ᾽ εἰ καί τι ἥμαρτον, ὦ Ζεῦ, σύγγνωθί
μοι: παιδίον γάρ εἰμι καὶ ἔτι ἄφρων.
Ζεύς
σὺ παιδίον ὁ Ἔρως, ὃς ἀρχαιότερος εἶ πολὺ
Ἰαπετοῦ; ἢ διότι μὴ πώγωνα μηδὲ πολιὰς ἔφυσας, διὰ
ταῦτα καὶ βρέφος ἀξιοῖς νομίζεσθαι γέρων καὶ πανοῦργος ὤν;
Ἔρως
τί δαί σε μέγα ἠδίκησα ὁ γέρων ὡς φὴς ἐγώ,
διότι με καὶ πεδῆσαι διανοῇ;
Ζεύς
σκόπει, ὦ κατάρατε, εἰ μικρά, ὃς ἐμοὶ μὲν
οὕτως ἐντρυφᾷς, ὥστε οὐδέν ἐστιν ὃ μὴ πεποίηκάς με,
σάτυρον, ταῦρον, χρυσόν, κύκνον, αἰετόν: ἐμοῦ δὲ ὅλως
οὐδεμίαν ἥντινα ἐρασθῆναι πεποίηκας, οὐδὲ συνῆκα ἡδὺς
γυναικὶ διὰ σὲ γεγενημένος, ἀλλά με δεῖ μαγγανεύειν
ἐπ᾽ αὐτὰς καὶ κρύπτειν ἐμαυτόν: αἱ δὲ τὸν μὲν ταῦρον
ἢ κυκνον φιλοῦσιν, ἐμὲ δὲ ἢν ἴδωσι, τεθνᾶσιν ὑπὸ τοῦ δέους.
[p. 74]