Ἀπόλλων
οὐ ξυνετήν, ὦ Ἑρμῆ, τὴν νόμην, οἵ γε οὐδὲ
ὄψονται οὕτως ἀλλήλους, ὅπερ ἐπόθουν, οἶμαι, μάλιστα:
πῶς γάρ, ὁ μὲν παρὰ θεοῖς, ὁ δὲ παρὰ τοῖς φθιτοῖς ὤν;
πλὴν ἀλλ᾽ ὥσπερ ἐγὼ μαντεύομαι, ὁ δὲ Ἀσκληπιὸς ἰᾶται,
σὺ δὲ παλαίειν διδάσκεις παιδοτρίβης ἄριστος ὤν,
ἡ δὲ Ἄρτεμις μαιεύεται καὶ τῶν ἄλλων ἕκαστος ἔχει τινὰ
τέχνην ἢ θεοῖς ἢ ἀνθρώποις χρησίμην, οὗτοι δὲ τί ποιήσουσιν
ἡμῖν; ἢ ἀργοὶ εὐωχήσονται τηλικοῦτοι ὄντες;
Ἑρμῆς
οὐδαμῶς, ἀλλὰ προστέτακται αὐτοῖν ὑπηρετεῖν
τῷ Ποσειδῶνι καὶ καθιππεύειν δεῖ τὸ πέλαγος καὶ
ἐάν που ναύτας χειμαζομένους ἴδωσιν, ἐπικαθίσαντας
ἐπὶ τὸ πλοῖον σώζειν τοὺς ἐμπλέοντας.
Ἀπόλλων
ἀγαθήν, ὦ Ἑρμῆ, καὶ σωτήριον λέγεις τὴν τέχνην.