Ἀφροδίτη
τί δήποτε, ὦ Ἔρως, τοὺς μὲν ἄλλους
θεοὺς κατηγωνίσω ἅπαντας, τὸν Δία, τὸν Ποσειδῶ, τὸν
Ἀπόλλω, τὴν Ῥέαν, ἐμὲ τὴν μητέρα, μόνης δὲ ἀπέχῃ τῆς
Ἀθηνᾶς καὶ ἐπ᾽ ἐκείνης ἄπυρος μέν σοι ἡ δᾴς, κενὴ δὲ
οἰστῶν ἡ φαρέτρα, σὺ δὲ ἄτοξος εἶ καὶ ἄστοχος;
Ἔρως
δέδια, ὦ μῆτερ, αὐτήν: φοβερὰ γάρ ἐστι καὶ
χαροπὴ καὶ δεινῶς ἀνδρική: ὁπόταν γοῦν ἐντεινάμενος
τὸ τόξον ἴω ἐπ᾽ αὐτήν, ἐπισείουσα τὸν λόφον ἐκπλήττει
με καὶ ὑπότρομος γίνομαι καὶ ἀπορρεῖ μου τὰ τοξεύματα ἐκ τῶν χειρῶν.
Ἀφροδίτη
ὁ Ἄρης γὰρ οὐ φοβερώτερος ἦν; καὶ ὅμως
ἀφώπλισας αὐτὸν καὶ νενίκηκας.
Ἔρως
ἀλλὰ ἐκεῖνος ἑκὼν προσίεταί με καὶ προσκαλεῖται,
ἡ Ἀθηνᾶ δὲ ὑφορᾶται ἀεί, καί ποτε ἐγὼ μὲν ἄλλως
[p. 99]
παρέπτην πλησίον ἔχων τὴν λαμπάδα, ἡ δέ, εἴ μοι
πρόσει, φησί, νὴ τὸν πατέρα, τῷ δορατίῳ σε διαπείρασα
ἢ τοῦ ποδὸς λαβομένη καὶ ἐς τὸν Τάρταρον ἐμβαλοῦσα
ἢ αὐτὴ διασπασαμένη διαφθερῶ. πολλὰ τοιαῦτα ἠπείλησε:
καὶ ὁρᾷ δὲ δριμὺ καὶ ἐπὶ τοῦ στήθους ἔχει πρόσωπόν
τι φοβερὸν ἐχίδναις κατάκομον, ὅπερ ἐγὼ μάλιστα
δέδια: μορμολύττεται γάρ με καὶ φεύγω, ὅταν ἴδω αὐτό.