previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ζεύς
παύσασθε, Ἀσκληπιὲ καὶ Ἡράκλεις, ἐρίζοντες πρὸς ἀλλήλους ὥσπερ ἄνθρωποι: ἀπρεπῆ γὰρ ταῦτα καὶ ἀλλότρια τοῦ συμποσίου τῶν θεῶν.

Ἡρακλῆς
ἀλλὰ ἐθέλεις, Ζεῦ, τουτονὶ τὸν φαρμακέα προκατακλίνεσθαί μου;

Ἀσκληπιός
νὴ Δία: καὶ ἀμείνων γάρ εἰμι.

Ἡρακλῆς
κατὰ τί, ἐμβρόντητε; διότι σε Ζεὺς ἐκεραύνωσεν μὴ θέμις ποιοῦντα, νῦν δὲ κατ᾽ ἔλεον αὖθις ἀθανασίας μετείληφας;

Ἀσκληπιός
ἐπιλέλησαι γὰρ καὶ σύ, Ἡράκλεις, ἐν τῇ Οἴτῃ καταφλεγείς, ὅτι μοι ὀνειδίζεις τὸ πῦρ;

Ἡρακλῆς
οὔκουν ἴσα καὶ ὅμοια βεβίωται ἡμῖν, ὃς Διὸς μὲν υἱός εἰμι, τοσαῦτα δὲ πεπόνηκα ἐκκαθαίρων τὸν βίον, θηρία καταγωνιζόμενος καὶ ἀνθρώπους ὑβριστὰς τιμωρούμενος: σὺ δὲ ῥιζοτόμος εἶ καὶ ἀγύρτης, νοσοῦσι μὲν ἴσως ἀνθρώποις χρήσιμος ἐπιθήσειν τῶν φαρμάκων, ἀνδρῶδες δὲ οὐδὲν ἐπιδεδειγμενος.

Ἀσκληπιός

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: