Ἑρμότιμος
εὖ γε, ὦ Λυκῖνε: παρὰ πολὺ γὰρ ταῦτ᾽ ἀμείνω
καὶ ἐλπίδος οὐ μικρᾶς ἐχόμενα λέγεις, καὶ ζητητέος,
ὡς ἔοικεν, ἡμῖν ἀνήρ τις τοιοῦτος, διαγνωστικούς τε καὶ
διακριτικοὺς ποιήσων ἡμᾶς καὶ τὸ μέγιστον, ἀποδεικτικούς:
ὡς τά γε μετὰ ταῦτα ῥᾴδια ἤδη καὶ ἀπράγμονα
καὶ οὐ πολλῆς διατριβῆς δεόμενα. καὶ ἔγωγε ἤδη χάριν
οἶδά σοι ἐξευρόντι σύντομόν τινα ταύτην ἡμῖν καὶ ἀρίστην ὁδόν.
Λυκῖνος
καὶ μὴν οὐδέπω χάριν ἄν μοι εἰδείης εἰκότως:
οὐδὲν γάρ σοι ἐξευρηκὼς ἔδειξα, ὡς ἐγγυτέρω σε ποιήσειν
τῆς ἐλπίδος, τὸ δὲ πολὺ πορρωτέρω γεγόναμεν ἢ
πρότερον ἦμεν καὶ κατὰ τοὺς παροιμιαζομένους ‘πολλὰ
μοχθήσαντες ὁμοίως ἐσμέν.’
Ἑρμότιμος
πῶς τοῦτο φής; πάνυ γὰρ λυπηρόν τι καὶ
δύσελπι ἐρεῖν ἔοικας.