next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Λυκῖνος
ὅσον, Ἑρμότιμε, τῷ βιβλίῳ καὶ τῇ τοῦ βαδίσματος σπουδῇ τεκμήρασθαι, παρὰ τὸν διδάσκαλον ἐπειγομένῳ ἔοικας: ἐνενόεις γοῦν τι μεταξὺ προϊὼν καὶ τὰ χείλη διεσάλευες ἠρέμα ὑποτονθορύζων καὶ τὴν χεῖρα ὧδε κἀκεῖσε μετέφερες ὥσπερ τινὰ ῥῆσιν ἐπὶ ἑαυτοῦ διατιθέμενος, ἐρώτημα δή τι τῶν ἀγκύλων συντιθεὶς σκέμμα σοφιστικὸν ἀναφροντίζων, ὡς μηδὲ ὁδῷ βαδίζων σχολὴν ἄγοις, ἀλλ᾽ ἐνεργὸς εἴης ἀεὶ σπουδαῖόν τι πράττων καὶ πρὸ ὁδοῦ σοι γένοιτ᾽ ἂν ἐς τὰ μαθήματα.

Ἑρμότιμος
νὴ Δί᾽, Λυκῖνε, τοιοῦτό τι: τὴν γὰρ χθιζην συνουσίαν καὶ εἶπε πρὸς ἡμᾶς, ἀνεπεμπαζόμην ἐπιὼν τῇ μνήμῃ ἕκαστα. χρὴ δὲ μηδένα καιρόν, οἶμαι, παριέναι εἰδότας ἀληθὲς ὂν τὸ ὑπὸ τοῦ Κῴου ἰατροῦ [p. 335] εἰρημένον, ὡς ἄραβραχὺς μὲν βίος, μακρὴ δὲ τέχην.’ καίτοι ἐκεῖνος ἰατρικῆς πέρι ταῦτ᾽ ἔλεγεν, εὐμαθεστέρου πράγματος: φιλοσοφία δὲ καὶ μακρῷ τῷ χρόνῳ ἀνέφικτος, ἢν μὴ πάνυ τις ἐγρηγορότως ἀτενὲς ἀεὶ καὶ γοργὸν ἀποβλέπῃ ἐς αὐτήν, καὶ τὸ κινδύνευμα οὐ περὶ μικρῶν, ἄθλιον εἶναι ἐν τῷ πολλῷ τῶν ἰδιωτῶν συρφετῷ παραπολόμενον εὐδαιμονῆσαι φιλοσοφήσαντα.

Λυκῖνος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: