Ἑρμότιμος
ὀλίγον φής, ὦ Λυκῖνε.
Λυκῖνος
ἀλλ᾽ ἐς τὴν ἑξῆς ὀλυμπιάδα;
Ἑρμότιμος
καὶ τοῦτο ὀλίγον ὡς πρὸς ἀρετῆς ἄσκησιν καὶ εὐδαιμονίας κτῆσιν.
Λυκῖνος
μετὰ δύο μὲν δὴ ὀλυμπιάδας πάντως: ἢ πολλήν
γ᾽ ἂν ὑμῶν ῥᾳθυμίαν καταγνοίη τις, εἰ μηδ᾽ ἐν τοσούτῳ
χρόνῳ δύνασθε, ὅσον τρὶς ἀπὸ Ἡρακλείων στηλῶν
εἰς Ἰνδοὺς ἀπελθεῖν, εἶτ᾽ ἐπανελθεῖν ῥᾴδιον, εἰ καὶ
μὴ εὐθεῖαν μηδ᾽ ἀεὶ βαδίζοι τις, ἀλλ᾽ ἐν τοῖς διὰ μέσου
[p. 337]
ἔθνεσι περιπλανώμενος. καίτοι πόσῳ τινὶ βούλει ὑψηλοτέραν
καὶ λισσοτέρον θῶμεν εἶναι τὴν ἄκραν, ἐφ᾽ ἧς
ὑμῖν ἡ Ἀρετὴ οἰκεῖ, τῆς Ἀόρνου ἐκείνης, ἣν ἐντὸς ὀλίγων
ἡμερῶν Ἀλέξανδρος κατὰ κράτος εἷλεν;