previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[31] τοιαῦτα ἄττα εἰκὸς ἐρεῖν αὐτούς. τάχ᾽ ἄν τις αὐτῶν καὶ προσέροιτό με, Εἰπέ μοι, λέγων, Λυκῖνε, εἰ τις Αἰθίοψ μηδεπώποτε ἄλλους ἀνθρώπους ἰδών, οἷοι ἡμεῖς ἐσμεν, διὰ τὸ μὴ ἀποδεδημηκέναι τὸ παράπιν, ἔν τινι συλλόγῳ τῶν Αἰθιόπων διισχυρίζοιτο καὶ λέγοι μηδαμόθι τῆς γῆς ἀνθρώπους εἶναι λευκοὺς ξανθοὺς μηδὲ ἄλλο τι μέλανας, ἆρα πιστεύοιτ᾽ ἂν ὑπ᾽ αὐτῶν; εἴποι τις ἂν πρὸς αὐτὸν τῶν πρεσβυτέρων Αἰθιόπων, Σὺ δὲ δὴ πόθεν ταῦτα, θρασύτατε, οἶσθα; οὐ γὰρ ἀπεδήμησας παρ᾽ ἡμῶν οὐδαμόσε οὐδὲ εἶδες νὴ Δία τὰ παρὰ τοῖς ἄλλοις ὁποῖά ἐστι. φαίην ἂν ἔγωγε δίκαια ἐρωτῆσαι τὸν πρεσβύτην; πῶς, Ἑρμότιμε, συμβουλεύεις;

Ἑρμότιμος
οὕτω: δικαιότατα γὰρ ἐπιπλῆξαι δοκεῖ μοι.

Λυκῖνος
καὶ γὰρ ἔμοιγε, Ἑρμότιμε. ἀλλὰ τὸ μετὰ [p. 355] τοῦτο οὐκέτ᾽ οἶδα εἰ ὁμοίως καὶ σοὶ δόξει: ἐμοὶ μὲν γὰρ τοῦτο καὶ πάνυ δοκεῖ.

Ἑρμότιμος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: