Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[50]
ἐνίοτε δὲ μήτε ἐρομένου τινὸς μήτε πεμφθέντος,
ἀλλ᾽ οὐδὲ ὅλως ὄντος ἐχρησμῴδει πρὸς ἔκπληξιν τῶν ἀνοήτων, οἷον καὶ τοῦτο
Δίζεαι ὅστις σὴν ἄλοχον μάλα πάγχυ λεληθὼς Καλλιγένειαν ὑπὲρ λεχέων σαλαγεῖ κατὰ δῶμα ; δοῦλος Πρωτογένης, τῷ δὴ σύ γε πάντα πέποιθας.
ὤπυιες γὰρ ἐκεῖνον, ὁ δ᾽ αὖθις σὴν παράκοιτιν,
ἀντίδοσιν ταύτην ὕβρεως ἄκρην ^ ἀποτίνων.
ἀλλ᾽ ἐπὶ σοὶ δὴ φάρμακ᾽ ἀπ᾽ αὐτῶν λυγρὰ τέτυκται,
ὡς μήτ᾽ εἰσαΐοις μήτ᾽ εἰσοράοις ἃ ποιοῦσιν.
[p. 240] εὑρήσεις δὲ κάτω ὑπὸ σῷ λέχει ἀγχόθι τοίχου πρὸς κεφαλῆς. καὶ σὴ θεράπαινα σύνοιδε Καλυψώ.
τίς οὐκ ἂν. Δημόκριτος διεταράχθη ἀκούσας ὀνόματα καὶ τόπους ἀκριβῶς, εἶτα μετ᾽ ὀλίγον κατέπτυσεν ἄν, συνεὶς τὴν ἐπίνοιαν αὐτῶν ;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.