Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[27]
καὶ πλουσίοις καὶ μεγαλοδώροις. ὁ γοῦν Σευηριανῷ δοθεὶς ὑπὲρ τῆς εἰς Ἀρμενίαν εἰσόδου τῶν αὐτοφώνων καὶ αὐτὸς ἦν. προτρέπων γὰρ αὐτὸν ἐπὶ τὴν εἰσβολὴν οὕτως ἔφη: Πάρθους Ἀρμενίους τε θοῷ ὑπὸ δουρὶ δαμάσσας νοστήσεις Ῥώμην καὶ Θύβριδος ἀγλαὸν ὕδωρ στέμμα φέρων κροτάφοισι μεμιγμένον ἀκτίνεσσιν.
εἶτ᾽ ἐπειδὴ πεισθεὶς ὁ ἠλίθιος ἐκεῖνος Κελτὸς εἰσέβαλε καὶ ἀπήλλαξεν αὐτῇ στρατιᾷ ὑπὸ τοῦ
Ὀσρόου κατακοπείς, τοῦτον μὲν τὸν χρησμὸν ἐξαιρεῖ ἐκ τῶν ὑπομνημάτων, ἐντίθησιν δ᾽ ἄλλον ἀντ᾽ αὐτοῦ:
μὴ σὺ γ᾽ ἐπ᾽ Ἀρμενίους ἐλάαν στρατόν, οὐ γὰρ ἄμεινον,
μή σοι θηλυχίτων τις ἀνὴρ τόξου ἄπο λυγρὸν πότμον ἐπιπροϊεὶς παύσῃ βιότοιο φάους τε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.