Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[20]
ἦν δὲ τὸ μηχάνημα τοῦτο ἀνδρὶ μὲν οἵῳ σοί,
εἰ δὲ μὴ φορτικὸν εἰπεῖν, καὶ οἵῳ ἐμοί, πρόδηλον καὶ γνῶναι ῥᾴδιον, τοῖς δὲ ἰδιώταις καὶ κορύζης μεστοῖς τὴν ῥῖνα τεράστιον καὶ πάνυ ἀπίστῳ ὅμοιον. ἐπινοήσας γὰρ ποικίλας τῶν σφραγίδων τὰς λύσεις ἀνεγίγνωσκέν τε τὰς ἐρωτήσεις ἑκάστας καὶ τὰ δοκοῦντα πρὸς αὐτὰς ἀπεκρίνετο, εἶτα κατειλήσας αὖθις καὶ σημηνάμενος ἀπεδίδου μετὰ πολλοῦ θαύματος τοῖς λαμβάνουσιν. καὶ πολὺ
ἦν παρ᾽ αὐτοῖς τὸ ‘ πόθεν γὰρ οὗτος ἠπίστατο ἃ ἐγὼ πάνυ ἀσφαλῶς σημηνάμενος αὐτῷ ἔδωκα ὑπὸ σφραγῖσιν δυσμιμήτοις, εἰ μὴ θεός τις ὡς ἀληθῶς
ὁ πάντα γιγνώσκων ἦν:’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.