Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[23]
ἐτέτακτο δὲ ὁ μισθὸς ἐφ᾽ ἑκάστῳ χρησμῷ δραχμὴ καὶ δύ᾽ ὀβολώ. μὴ μικρὸν οἰηθῇς, ὦ ἑταῖρε, μηδ᾽ ὀλίγον γεγενῆσθαι τὸν πόρον τοῦτον, ἀλλ᾽ εἰς ἑπτὰ ἢ ὀκτὼ μυριάδας ἑκάστου ἔτους ἤθροιζεν, ἀνὰ δέκα καὶ πεντεκαίδεκα χρησμοὺς τῶν ἀνθρώπων ὑπὸ ἀπληστίας ἀναδιδόντων . λαμβάνων δὲ οὐκ αὐτὸς ἐχρῆτο μόνος οὐδ᾽ εἰς πλοῦτον ἀπεθησαύριζεν, ἀλλὰ πολλοὺς ἤδη περὶ αὑτὸν ἔχων συνεργοὺς καὶ ὑπηρέτας καὶ πευθῆνας καὶ χρησμοποιοὺς καὶ χρησμοφύλακας καὶ ὑπογραφέας καὶ ἐπισφραγιστὰς καὶ ἐξηγητάς, ἅπασιν ἔνεμεν ἑκάστῳ τὸ κατ᾽ ἀξίαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.