Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[46]
καὶ τὰ μὲν κατ᾽ ἐκεῖνον τοιαῦτα. εἰ δέ τινι, προσκαλουμένων κατὰ τάξιν τῶν χρησμῶν — πρὸ μιᾶς δὲ τοῦτο τοῦ θεσπίζειν ἐγίγνετο — καὶ ἐρομένου
τοῦ κήρυκος εἰ θεσπίζει τῷδε,-᾽- ἀνεῖπεν ἔνδοθεν ‘ἐς κόρακας,’ οὐκέτι τὸν τοιοῦτον οὔτε στέγῃ τις ἐδέχετο οὔτε πυρὸς ἢ ὕδατος ἐκοινώνει, ἀλλ᾽ ἔδει γῆν πρὸ γῆς ἐλαύνεσθαι ὡς ἀσεβῆ καὶ ἄθεον καὶ Ἐπικούρειον, ἥπερ ἦν ἡ μεγίστη λοιδορία.
[p. 234]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.