Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[38]
καὶ πρὸς μὲν τὰ ἐν τῇ Ἰταλίᾳ ταῦτα ^
[p. 224]
προεμηχανᾶτο οἴκοι δὲ καὶ τὰ τοιαῦτα.^ τελετήν τε γάρ τινα συνίσταται καὶ δᾳδουχίας καὶ
ἱεροφαντίας, τριῶν ἑξῆς ἀεὶ τελουμένων ἡμερῶν. καὶ
ἐν μὲν τῇ πρώτῃ πρόρρησις ἦν ὥσπερ Ἀθήνησι τοιαύτη: ‘εἴ τις ἄθεος ἢ Χριστιανὸς ἢ
Ἐπικούρειος ἥκει κατάσκοπος τῶν ὀργίων, φευγέτω: οἱ
δὲ πιστεύοντες τῷ θεῷ τελείσθωσαν τύχῃ τῇ ἀγαθῇ.’ εἶτ᾽ εὐθὺς ἐν ἀρχῇ ἐξέλασις ἐγίγνετο καὶ ὁ μὲν ἡγεῖτο λέγων ‘ἔξω Χριστιανούς,’ τὸ δὲ πλῆθος ἅπαν ἐπεφθέγγετο ‘ἔξω Ἐπικουρείους.’ εἶτα Λητοῦς ἐγίγνετο λοχεία καὶ Ἀπόλλωνος γοναὶ καὶ Κορωνίδος γάμος καὶ Ἀσκληπιὸς ἐτίκτετο. ἐν δὲ τῇ δευτέρᾳ Γλύκωνος ἐπιφάνεια
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.