Παρρησιάδης
θαρρεῖτε τούτου γε ἕνεκα: οὐδένα τοιοῦτον διαιτητὴν ὕποπτον ἢ ἀμφίβολον ἀξιώσαιμ᾽ ἂν
[p. 16] γενέσθαι καὶ ὅστις ἀποδώσεταί μοι τὴν ψῆφον. ὁρᾶτε γοῦν, τὴν Φιλοσοφίαν αὐτὴν μεθ᾽ ὑμῶν
ποιοῦμαι δικάστριαν ἔγωγε.
Πλάτων
καὶ τίς ἂν κατηγορήσειεν, εἴ γε ἡμεῖς δικάσομεν;
Παρρησιάδης
οἱ αὐτοὶ κατηγορεῖτε καὶ δικάζετε: οὐδὲν οὐδὲ τοῦτο δέδια. τοσοῦτον ὑπερφέρω τοῖς δικαίοις καὶ ἐκ περιουσίας ἀπολογήσεσθαι ὑπολαμβάνω.