Παρρησιάδης
προσεκύνησα τήν γε πρώτην μᾶλλον δέ,
τραγικώτερον αὐτὸ ποιήσειν μοι δοκῶ: σεμνότερον γάρ:
ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν βίοτον κατέχοις καὶ μὴ λήγοις στεφανοῦσα.
Ἀρετή
οὐκοῦν δευτέρου κρατῆρος ἤδη καταρχώμεθα:
προσκαλῶμεν κἀκείνους, ὡς δίκην ὑπόσχωσιν ἀνθ᾽
ὧν εἰς ἡμᾶς ὑβρίζουσι: κατηγορήσει δὲ Παρρησιάδης ἑκάστου.
[p. 60]
Φιλοσοφία
, Ὀρθῶς, ὦ Ἀρετή, ἔλεξας. ὥστε σύ, παῖ Συλλογισμέ, κατακύψας εἰς τὸ ἄστυ προσκήρυττε
τοὺς φιλοσόφους.