Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[37]
τοιαῦτα καὶ οὗτοι ποιοῦσιν,
καὶ ἔγωγε τοὺς τοιούτους κακῶς ἠγόρευον καὶ οὔποτε παύσομαι διελέγχων καὶ κωμῳδῶν,
περὶ ὑμῶν δὲ ἢ τῶν ὑμῖν παραπλησίων —
εἰσὶ γάρ,
εἰσί τινες ὡς
ἀληθῶς φιλοσοφίαν ζηλοῦντες καὶ τοῖς ὑμετέροις
νόμοις ἐμμένοντες —
μὴ οὕτως μανείην ἔγωγε ὡς βλάσφημον εἰπεῖν τι ἢ σκαιόν.
ἤ τί γὰρ ἂν
εἰπεῖν ἔχοιμι;
τί γὰρ ὑμῖν τοιοῦτον βεβίωται;
τοὺς δὲ ἀλαζόνας ἐκείνους καὶ θεοῖς ἐχθροὺς ἄξιον
οἶμαι μισεῖν.
ἢ σὺ γάρ,
ὦ Πυθαγόρα καὶ Πλάτων καὶ Χρύσιππε καὶ Ἀριστότελες,
τί φατε ;
προσήκειν ὑμῖν τοὺς τοιούτους ἢ οἰκεῖόν τι καὶ
[p. 56] συγγενὲς ἐπιδείκνυσθαι τῷ βίῳ;
νὴ Δί᾽ Ἡρακλῆς,
φασίν,
καὶ πίθηκος.
ἢ διότι πώγωνας ἔχουσι καὶ φιλοσοφεῖν φάσκουσι καὶ σκυθρωποί εἰσι,
διὰ τοῦτο χρὴ ὑμῖν εἰκάζειν αὐτούς;
ἀλλὰ ἤνεγκα ἄν,
εἰ πιθανοὶ γοῦν ἦσαν καὶ ἐπὶ τῆς ὑποκρίσεως
αὐτῆς:
νῦν δὲ θᾶττον ἂν γὺψ ἀηδόνα μιμήσαιτο
ἢ οὗτοι φιλοσόφους.
εἴρηκα ὑπὲρ ἐμαυτοῦ ὁπόσα εἶχον.
σὺ δέ,
ὦ Ἀλήθεια,
μαρτύρει πρὸς αὐτοὺς εἰ ἀληθῆ ἐστιν.
Φιλοσοφία