Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[35]
τὸ δὲ πάντων αἴσχιστον, ὅτι μηδενὸς δεῖσθαι λέγων ἕκαστος αὐτῶν, ἀλλὰ μόνον πλούσιον εἶναι τὸν σοφὸν κεκραγὼς μικρὸν ὕστερον προσελθὼν
αἰτεῖ καὶ ἀγανακτεῖ μὴ λαβών, ὅμοιον ὡς εἴ τις
ἐν βασιλικῷ σχήματι ὀρθὴν τιάραν ἔχων καὶ
διάδημα καὶ τὰ ἄλλα ὅσα βασιλείας γνωρίσματα
προσαιτοίη τῶν ὑποδεεστέρων δεόμενος. ὅταν μὲν οὖν λαβεῖν αὐτοὺς δέῃ, πολὺς ὁ περὶ τοῦ κοινωνικὸν εἶναι δεῖν λόγος καὶ ὡς ἀδιάφορον
ὁ πλοῦτος καί, ‘τί γὰρ τὸ χρυσίον ἢ τἀργύριον,
οὐδὲν τῶν ἐν τοῖς αἰγιαλοῖς ψήφων διαφέρον;’ ὅταν δέ τις ἐπικουρίας δεόμενος ἑταῖρος ἐκ παλαιοῦ καὶ φίλος ἀπὸ πολλῶν ὀλίγα αἰτῇ
προσελθών, σιωπὴ καὶ ἀπορία καὶ ἀμαθία καὶ παλινῳδία τῶν δογμάτων πρὸς τὸ ἐναντίον: οἱ δὲ πολλοὶ περὶ φιλίας ἐκεῖνοι λόγοι καὶ ἡ ἀρετὴ καὶ τὸ καλὸν οὐκ οἶδα ὅποι ποτὲ οἴχεται ταῦτα
ἀποπτάμενα πάντα, πτερόεντα ὡς ἀληθῶς ἔπη, μάτην
ὁσημέραι πρὸς αὐτῶν ἐν ταῖς διατριβαῖς
σκιαμαχούμενα
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.