Φιλόσοφος
ἐμοὶ μὲν ἀνασκολοπισθῆναι δοκεῖ αὐτόν.
Ἄλλος
νὴ Δία, μαστιγωθέντα γε πρότερον.
Ἄλλος
πολὺ πρότερον τοὺς ὀφθαλμοὺς ἐκκεκολάφθω.
Ἄλλος
τὴν γλῶτταν αὐτὴν ἔτι πολὺ πρότερον ἀποτετμήσθω.
Σωκράτης
σοὶ δὲ τί, Ἐμπεδόκλεις, δοκεῖ;
Ἐμπεδοκλῆς
εἰς τοὺς κρατῆρας ἐμπεσεῖν αὐτόν, ὡς μάθῃ μὴ
λοιδορεῖσθαι τοῖς κρείττοσιν.
Πλάτων
καὶ μὴν ἄριστον ἦν καθάπερ τινὰ Πενθέα ἢ
Ὀρφέα
λακιστὸν ἐν πέτραισιν:εὑρέσθαι μόρον,
ἵνα ἂν καὶ τὸ μέρος αὐτοῦ ἕκαστος ἔχων ἀπηλλάττετο.