Παρρησιάδης
καὶ μὴν ὁρῶ τινα πάγκαλον προσιόντα, ὡς ἂν
ἐν βυθῷ δόξειεν, ποικίλον τὴν χρόαν, ταινίας τινὰς ἐπὶ τοῦ νώτου ἐπιχρύσους ἔχοντα. ὁρᾷς, ὦ
Ἔλεγχε;
Ἔλεγχος
ὁ τὸν Ἀριστοτέλη προσποιούμενος οὗτός ἐστιν.
[p. 76]
Παρρησιάδης
ἦλθεν, εἶτα πάλιν ἄπεισιν. περισκοπεῖ ^ ἀκριβῶς, αὖθις ἐπανῆλθεν, ἔχανεν, εἴληπται, ἀνιμήσθω.
Ἀριστοτέλης
μὴ ἀνέρῃ με, ὦ Παρρησιάδη, περὶ αὐτοῦ ἀγνοῶ γὰρ ὅστις ἐστίν.
Παρρησιάδης
οὐκοῦν καὶ οὗτος, ὦ Ἀριστότελες, κατὰ τῶν