previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Isthmian 8
ΚΛΕΑΝΔΡΩι ΑΙΓΙΝΗΤΗι ΠΑΓΚΡΑΤΙΩι


Κλεάνδρῳ τις ἁλικίᾳ τε λύτρον
εὔδοξον, νέοι, καμάτων
πατρὸς ἀγλαὸν Τελεσάρχου παρὰ πρόθυρον ἰὼν ἀνεγειρέτω
κῶμον, Ἰσθμιάδος τε νίκας ἄποινα, καὶ Νεμέᾳ
5 [10] ἀέθλων ὅτι κράτος ἐξεῦρε. τῷ καὶ ἐγώ, καίπερ ἀχνύμενος θυμόν, αἰτέομαι χρυσέαν καλέσαι Μοῖσαν. ἐκ μεγάλων δὲ πενθέων λυθέντες
μήτ᾽ ἐν ὀρφανίᾳ πέσωμεν στεφάνων,
μήτε κάδεα θεράπευε: παυσάμενοι δ᾽ ἀπρήκτων κακῶν
γλυκύ τι δαμωσόμεθα καὶ μετὰ πόνον:
[20] ἐπειδὴ τὸν ὑπὲρ κεφαλᾶς
10τὸν Ταντάλου λίθον παρά τις ἔτρεψεν ἄμμι θεός,
ἀτόλματον Ἑλλάδι μόχθον. ἀλλά
μοι δεῖμα μὲν παροιχόμενον
καρτερὰν ἔπαυσε μέριμναν: τὸ δὲ πρὸ ποδὸς ἄρειον ἀεὶ σκοπεῖν
χρῆμα πᾶν. δόλιος γὰρ αἰὼν ἐπ᾽ ἀνδράσι κρέμαται,
15 [30] ἑλίσσων βίου πόρον: ἰατὰ δ᾽ ἔστι βροτοῖς σύν γ᾽ ἐλευθερίᾳ καὶ τά. χρὴ δ᾽ ἀγαθὰν ἐλπίδ᾽ ἀνδρὶ μέλειν: χρὴ δ᾽ ἐν ἑπταπύλοισι Θήβαις τραφέντα
Αἰγίνᾳ Χαρίτων ἄωτον προνέμειν,
πατρὸς οὕνεκα δίδυμαι γένοντο θύγατρες Ἀσωπίδων
[40] ὁπλόταται, Ζηνί τε ἅδον βασιλέϊ.
τὰν μὲν παρὰ καλλιρόῳ
20Δίρκᾳ φιλαρμάτου πόλιος ᾤκισσεν ἁγεμόνα:
σὲ δ᾽ ἐς νᾶσον Οἰνοπίαν ἐνεγκὼν
κοιμᾶτο, δῖον ἔνθα τέκες
Αἰακὸν βαρυσφαράγῳ πατρὶ κεδνότατον ἐπιχθονίων: καὶ
[50] δαιμόνεσσι δίκας ἐπείραινε: τοῦ μὲν ἀντίθεοι
25ἀρίστευον υἱέες υἱέων τ᾽ ἀρηΐφιλοι παῖδες ἀνορέᾳ χάλκεον στονόεντ᾽ ἀμφέπειν ὅμαδον: σώφρονές τ᾽ ἐγένοντο πινυτοί τε θυμόν.
ταῦτα καὶ μακάρων ἐμέμναντ᾽ ἀγοραί,
[60] Ζεὺς ὅτ᾽ ἀμφὶ Θέτιος ἀγλαός τ᾽ ἔρισαν Ποσειδᾶν γάμῳ,
ἄλοχον εὐειδέ᾽ ἐθέλων ἑκάτερος
ἑὰν ἔμμεν: ἔρως γὰρ ἔχεν.
30ἀλλ᾽ οὔ σφιν ἄμβροτοι τέλεσαν εὐνὰν θεῶν πραπίδες,
ἐπεὶ θεσφάτων ἐπάκουσαν: εἶπε δ᾽
εὔβουλος ἐν μέσοισι Θέμις,
[70] οὕνεκεν πεπρωμένον ἦν φέρτερον γόνον ἄνακτα πατρὸς τεκεῖν
ποντίαν θεόν, ὃς κεραυνοῦ τε κρέσσον ἄλλο βέλος
35διώξει χερὶ τριόδοντός τ᾽ ἀμαιμακέτου, Δί τε μισγομέναν Διὸς παρ᾽ ἀδελφεοῖσιν.—‘ἀλλὰ τὰ μὲν παύσατε: βροτέων δὲ λεχέων τυχοῖσα
[80] υἱὸν εἰσιδέτω θανόντ᾽ ἐν πολέμῳ,
χεῖρας Ἄρεΐ τ᾽ ἐναλίγκιον στεροπαῖσί τ᾽ ἀκμὰν ποδῶν.
τὸ μὲν ἐμὸν Πηλέϊ γάμου θεόμορον
ὀπάσσαι γέρας Αἰακίδᾳ,
40ὅντ᾽ εὐσεβέστατον φάτις Ἰωλκοῦ τράφειν πεδίον:
ἰόντων δ᾽ ἐς ἄφθιτον ἄντρον εὐθὺς
[90] Χείρωνος αὐτίκ᾽ ἀγγελίαι:
μηδὲ Νηρέος θυγάτηρ νεικέων πέταλα δὶς ἐγγυαλιζέτω
ἄμμιν: ἐν διχομηνίδεσσιν δὲ ἑσπέραις ἐρατὸν
45 [100] λύοι κεν χαλινὸν ὑφ᾽ ἥρωϊ παρθενίας.’ ὣς φάτο Κρονίδαις ἐννέποισα θεά: τοὶ δ᾽ ἐπὶ γλεφάροις νεῦσαν ἀθανάτοισιν: ἐπέων δὲ καρπὸς
οὐ κατέφθινε. φαντὶ γὰρ ξύν᾽ ἀλέγειν
καὶ γάμον Θέτιος ἄνακτα. καὶ νεαρὰν ἔδειξαν σοφῶν
στόματ᾽ ἀπείροισιν ἀρετὰν Ἀχιλέος:
καὶ Μύσιον ἀμπελόεν
50 [110] αἵμαξε Τηλέφου μέλανι ῥαίνων φόνῳ πεδίον,
γεφύρωσέ τ᾽ Ἀτρεΐδαισι νόστον,
Ἑλέναν τ᾽ ἐλύσατο, Τρωΐας
ἶνας ἐκταμὼν δορί, ταί νιν ῥύοντό ποτε μάχας ἐναριμβρότου
ἔργον ἐν πεδίῳ κορύσσοντα, Μέμνονός τε βίαν
55 [120] ὑπέρθυμον Ἕκτορά τ᾽ ἄλλους τ᾽ ἀριστέας: οἷς δῶμα Φερσεφόνας μανύων Ἀχιλεύς, οὖρος Αἰακιδᾶν, Αἴγιναν σφετέραν τε ῥίζαν πρόφαινεν.
τὸν μὲν οὐδὲ θανόντ᾽ ἀοιδαὶ ἔλιπον,
ἀλλά οἱ παρά τε πυρὰν τάφον θ᾽ Ἑλικώνιαι παρθένοι
στάν, ἐπὶ θρῆνόν τε πολύφαμον ἔχεαν.
[130] ἔδοξ᾽ ἆρα τόδ᾽ ἀθανάτοις,
60ἐσλόν γε φῶτα καὶ φθίμενον ὕμνοις θεᾶν διδόμεν.
τὸ καὶ νῦν φέρει λόγον, ἔσσυταί τε
Μοισαῖον ἅρμα Νικοκλέος
μνᾶμα πυγμάχου κελαδῆσαι. γεραίρετέ νιν, ὃς Ἴσθμιον ἂν νάπος
Δωρίων ἔλαχεν σελίνων: ἐπεὶ περικτίονας
65 [140] ἐνίκασε δή ποτε καὶ κεῖνος ἄνδρας ἀφύκτῳ χερὶ κλονέων. τὸν μὲν οὐ κατελέγχει κριτοῦ γενεὰ πατραδελφεοῦ: ἁλίκων τῷ τις ἁβρὸν
ἀμφὶ παγκρατίου Κλεάνδρῳ πλεκέτω
μυρσίνας στέφανον, ἐπεί νιν Ἀλκαθόου τ᾽ ἀγὼν σὺν τύχᾳ
[150] ἐν Ἐπιδαύρῳ τε νεότας δέκετο πρίν:
τὸν αἰνεῖν ἀγαθῷ παρέχει:
70ἥβαν γὰρ οὐκ ἄπειρον ὑπὸ χειᾷ καλῶν δάμασεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Diane Arnson Svarlien)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: