Isthmian 2
ΞΕΝΟΚΡΑΤΕΙ ΑΚΡΑΓΑΝΤΙΝΩι
ΑΡΜΑΤΙ
οἱ μὲν πάλαι, ὦ Θρασύβουλε, φῶτες, οἳ χρυσαμπύκων
ἐς δίφρον Μοισᾶν ἔβαινον κλυτᾷ φόρμιγγι συναντόμενοι,
ῥίμφα παιδείους ἐτόξευον μελιγάρυας ὕμνους,
ὅστις ἐὼν καλὸς εἶχεν Ἀφροδίτας
5εὐθρόνου μνάστειραν ἁδίσταν ὀπώραν.
[10] ἁ Μοῖσα γὰρ οὐ φιλοκερδής πω τότ᾽ ἦν οὐδ᾽ ἐργάτις:
οὐδ᾽ ἐπέρναντο γλυκεῖαι μελιφθόγγου ποτὶ Τερψιχόρας
ἀργυρωθεῖσαι πρόσωπα μαλθακόφωνοι ἀοιδαί.
νῦν δ᾽ ἐφίητι τὸ τὠργείου φυλάξαι
10ῥῆμ᾽ ἀλαθείας ἐτᾶς ἄγχιστα βαῖνον,
‘ χρήματα, χρήματ᾽ ἀνήρ,’ ὃς φᾶ κτεάνων θ᾽ ἅμα λειφθεὶς καὶ φίλων.
ἐσσὶ γὰρ ὦν σοφός, οὐκ ἄγνωτ᾽ ἀείδω
[20] Ἰσθμίαν ἵπποισι νίκαν,
τὰν Ξενοκράτει Ποσειδάων ὀπάσαις,
15Δωρίων αὐτῷ στεφάνωμα κόμᾳ
πέμπεν ἀναδεῖσθαι σελίνων,
εὐάρματον ἄνδρα γεραίρων, Ἀκραγαντίνων φάος.
ἐν Κρίσᾳ δ᾽ εὐρυσθενὴς εἶδ᾽ Ἀπόλλων νιν πόρε τ᾽ ἀγλαΐαν
καὶ τόθι: κλειναῖς δ᾽ Ἐρεχθειδᾶν χαρίτεσσιν ἀραρὼς
20 [30] ταῖς λιπαραῖς ἐν Ἀθάναις, οὐκ ἐμέμφθη
ῥυσίδιφρον χεῖρα πλαξίπποιο φωτός,
τὰν Νικόμαχος κατὰ καιρὸν νεῖμ᾽ ἁπάσαις ἁνίαις:
ὅντε καὶ κάρυκες ὡρᾶν ἀνέγνον, σπονδοφόροι Κρονίδα
Ζηνὸς Ἀλεῖοι, παθόντες πού τι φιλόξενον ἔργον:
25ἁδυπνόῳ τέ νιν ἀσπάζοντο φωνᾷ
χρυσέας ἐν γούνασιν πίτνοντα Νίκας
[40] γαῖαν ἀνὰ σφετέραν, τὰν δὴ καλέοισιν Ὀλυμπίου Διὸς
ἄλσος: ἵν᾽ ἀθανάτοις Αἰνησιδάμου
παῖδες ἐν τιμαῖς ἔμιχθεν.
30καὶ γὰρ οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι
οὔτε κώμων, ὦ Θρασύβουλ᾽, ἐρατῶν,
οὔτε μελικόμπων ἀοιδᾶν.
οὐ γὰρ πάγος, οὐδὲ προσάντης ἁ κέλευθος γίνεται,
[50] εἴ τις εὐδόξων ἐς ἀνδρῶν ἄγοι τιμὰς Ἑλικωνιάδων.
35μακρὰ δισκήσαις ἀκοντίσσαιμι τοσοῦθ᾽, ὅσον ὀργὰν
Ξεινοκράτης ὑπὲρ ἀνθρώπων γλυκεῖαν
ἔσχεν. αἰδοῖος μὲν ἦν ἀστοῖς ὁμιλεῖν,
ἱπποτροφίας τε νομίζων ἐν Πανελλάνων νόμῳ:
καὶ θεῶν δαῖτας προσέπτυκτο πάσας: οὐδέ ποτε ξενίαν
40 [60] οὖρος ἐμπνεύσαις ὑπέστειλ᾽ ἱστίον ἀμφὶ τράπεζαν:
ἀλλ᾽ ἐπέρα ποτὶ μὲν Φᾶσιν θερείαις,
ἐν δὲ χειμῶνι πλέων Νείλου πρὸς ἀκτάς.
μή νυν, ὅτι φθονεραὶ θνατῶν φρένας ἀμφικρέμανται ἐλπίδες,
μήτ᾽ ἀρετάν ποτε σιγάτω πατρῴαν,
45μηδὲ τούσδ᾽ ὕμνους: ἐπεί τοι
οὐκ ἐλινύσοντας αὐτοὺς εἰργασάμαν.
ταῦτα, Νικάσιππ᾽, ἀπόνειμον, ὅταν
ξεῖνον ἐμὸν ἠθαῖον ἔλθῃς.