Isthmian 3
ΜΕΛΙΣΣΩι ΘΗΒΑΙΩι
ΙΠΠΟΙΣ
εἴ τις ἀνδρῶν εὐτυχήσαις ἢ σὺν εὐδόξοις ἀέθλοις
ἢ σθένει πλούτου κατέχει φρασὶν αἰανῆ κόρον,
ἄξιος εὐλογίαις ἀστῶν μεμίχθαι.
Ζεῦ, μεγάλαι δ᾽ ἀρεταὶ θνατοῖς ἕπονται
5ἐκ σέθεν: ζώει δὲ μάσσων ὄλβος ὀπιζομένων, πλαγίαις δὲ φρένεσσιν
[10] οὐχ ὁμῶς πάντα χρόνον θάλλων ὁμιλεῖ.
εὐκλέων δ᾽ ἔργων ἄποινα χρὴ μὲν ὑμνῆσαι τὸν ἐσλόν,
χρὴ δὲ κωμάζοντ᾽ ἀγαναῖς χαρίτεσσιν βαστάσαι.
ἔστι δὲ καὶ διδύμων ἀέθλων Μελίσσῳ
10μοῖρα πρὸς εὐφροσύναν τρέψαι γλυκεῖαν
ἦτορ, ἐν βάσσαισιν Ἰσθμοῦ δεξαμένῳ στεφάνους, τὰ δὲ κοίλᾳ λέοντος
[20] ἐν βαθυστέρνου νάπᾳ κάρυξε Θήβαν
ἱπποδρομίᾳ κρατέων. ἀνδρῶν δ᾽ ἀρετὰν
σύμφυτον οὐ κατελέγχει.
15ἴστε μὰν Κλεωνύμου
δόξαν παλαιὰν ἅρμασιν:
καὶ ματρόθε Λαβδακίδαισιν σύννομοι πλούτου διέστειχον τετραοριᾶν πόνοις.
[30] αἰὼν δὲ κυλινδομέναις ἁμέραις ἄλλ᾽ ἄλλοτ᾽ ἐξάλλαξεν: ἄτρωτοί γε μὰν παῖδες θεῶν.