Isthmian 7
ΣΤΡΕΨΙΑΔΗι ΘΗΒΑΙΩι
ΠΑΓΚΡΑΤΙΩι
τίνι τῶν πάρος, ὦ μάκαιρα Θήβα,
καλῶν ἐπιχωρίων μάλιστα θυμὸν τεὸν
εὔφρανας; ἦ ῥα χαλκοκρότου πάρεδρον
Δαμάτερος ἁνίκ᾽ εὐρυχαίταν
5ἄντειλας Διόνυσον; ἢ χρυσῷ μεσονύκτιον νίφοντα δεξαμένα τὸν φέρτατον θεῶν,
ὁπότ᾽ Ἀμφιτρύωνος ἐν θυρέτροις
[10] σταθεὶς ἄλοχον μετῆλθεν Ἡρακλείοις γοναῖς;
ἢ ὅτ᾽ ἀμφὶ πυκναῖς Τειρεσίαο βουλαῖς;
ἢ ὅτ᾽ ἀμφ᾽ Ἰόλαον ἱππόμητιν;
10ἢ Σπαρτῶν ἀκαμαντολογχᾶν; ἢ ὅτε καρτερᾶς Ἄδραστον ἐξ ἀλαλᾶς ἄμπεμψας ὀρφανὸν
μυρίων ἑτάρων ἐς Ἄργος ἵππιον;
ἢ Δωρίδ᾽ ἀποικίαν οὕνεκεν ὀρθῷ
ἔστασας ἐπὶ σφυρῷ
[20] Λακεδαιμονίων, ἕλον δ᾽ Ἀμύκλας
15Αἰγεῖδαι σέθεν ἔκγονοι, μαντεύμασι Πυθίοις;
ἀλλὰ παλαιὰ γὰρ
εὕδει χάρις, ἀμνάμονες δὲ βροτοί,
ὅ τι μὴ σοφίας ἄωτον ἄκρον
κλυταῖς ἐπέων ῥοαῖσιν ἐξίκηται ζυγέν.
20κώμαζ᾽ ἔπειτεν ἁδυμελεῖ σὺν ὕμνῳ
καὶ Στρεψιάδᾳ: φέρει γὰρ Ἰσθμοῖ
[30] νίκαν παγκρατίου: σθένει τ᾽ ἔκπαγλος ἰδεῖν τε μορφάεις: ἄγει τ᾽ ἀρετὰν οὐκ αἴσχιον φυᾶς.
φλέγεται δὲ ἰοπλόκοισι Μοίσαις,
μάτρωΐ θ᾽ ὁμωνύμῳ δέδωκε κοινὸν θάλος,
25χάλκασπις ᾧ πότμον μὲν Ἄρης ἔμιξεν,
τιμὰ δ᾽ ἀγαθοῖσιν ἀντίκειται.
[40] ἴστω γὰρ σαφὲς ὅστις ἐν ταύτᾳ νεφέλᾳ χάλαζαν αἵματος πρὸ φίλας πάτρας ἀμύνεται,
λοιγὸν ἄντα φέρων ἐναντίῳ στρατῷ,
ἀστῶν γενεᾷ μέγιστον κλέος αὔξων
30ζώων τ᾽ ἀπὸ καὶ θανών.
τὺ δέ, Διοδότοιο παῖ, μαχατὰν
αἰνέων Μελέαγρον, αἰνέων δὲ καὶ Ἕκτορα
Ἀμφιάρηόν τε,
εὐανθέ᾽ ἀπέπνευσας ἁλικίαν
35προμάχων ἀν᾽ ὅμιλον, ἔνθ᾽ ἄριστοι
[50] ἔσχον πολέμοιο νεῖκος ἐσχάταις ἐλπίσιν.
ἔτλαν δὲ πένθος οὐ φατόν: ἀλλὰ νῦν μοι
Γαιάοχος εὐδίαν ὄπασσεν
ἐκ χειμῶνος. ἀείσομαι χαίταν στεφάνοισιν ἁρμόσαις. ὁ δ᾽ ἀθανάτων μὴ θρασσέτω φθόνος,
40ὅ τι τερπνὸν ἐφάμερον διώκων
ἕκαλος ἔπειμι γῆρας ἔς τε τὸν μόρσιμον
αἰῶνα. θνᾴσκομεν γὰρ ὁμῶς ἅπαντες:
[60] δαίμων δ᾽ ἄϊσος: τὰ μακρὰ δ᾽ εἴ τις
παπταίνει, βραχὺς ἐξικέσθαι χαλκόπεδον θεῶν ἕδραν: ὅτι πτερόεις ἔρριψε Πάγασος
45δεσπόταν ἐθέλοντ᾽ ἐς οὐρανοῦ σταθμοὺς
ἐλθεῖν μεθ᾽ ὁμάγυριν Βελλεροφόνταν
Ζηνός: τὸ δὲ πὰρ δίκαν
γλυκὺ πικροτάτα μένει τελευτά.
[70] ἄμμι δ᾽, ὦ χρυσέᾳ κόμᾳ θάλλων, πόρε, Λοξία,
50τεαῖσιν ἁμίλλαισιν
εὐανθέα καὶ Πυθόϊ στέφανον.