previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Isthmian 6
ΦΥΛΑΚΙΔΑι ΑΙΓΙΝΗΤΗι ΠΑΓΚΡΑΤΙΩι


θάλλοντος ἀνδρῶν ὡς ὅτε συμποσίου
δεύτερον κρητῆρα Μοισαίων μελέων
κίρναμεν Λάμπωνος εὐάθλου γενεᾶς ὕπερ, ἐν Νεμέᾳ μὲν πρῶτον, Ζεῦ,
τίν γ᾽ ἄωτον δεξάμενοι στεφάνων,
5νῦν αὖτε Ἰσθμοῦ δεσπότᾳ
Νηρεΐδεσσί τε πεντήκοντα, παίδων ὁπλοτάτου
[10] Φυλακίδα νικῶντος. εἴη δὲ τρίτον
σωτῆρι πορσαίνοντας Ὀλυμπίῳ Αἴγιναν κάτα
σπένδειν μελιφθόγγοις ἀοιδαῖς.
10εἰ γάρ τις ἀνθρώπων δαπάνᾳ τε χαρεὶς
καὶ πόνῳ πράσσει θεοδμάτους ἀρετάς,
σύν τέ οἱ δαίμων φυτεύει δόξαν ἐπήρατον, ἐσχατιαῖς ἤδη πρὸς ὄλβου
βάλλετ᾽ ἄγκυραν θεότιμος ἐών.
[20] τοίαισιν ὀργαῖς εὔχεται
15ἀντιάσαις Ἀΐδαν γῆράς τε δέξασθαι πολιὸν
Κλεονίκου παῖς: ἐγὼ δ᾽ ὑψίθρονον
Κλωθὼ κασιγνήτας τε προσεννέπω ἑσπέσθαι κλυταῖς
ἀνδρὸς φίλου Μοίρας ἐφετμαῖς.
ὔμμε τ᾽, χρυσάρματοι Αἰακίδαι,
20τέθμιόν μοι φαμὶ σαφέστατον ἔμμεν
[30] τάνδ᾽ ἐπιστείχοντα νᾶσον ῥαινέμεν εὐλογίαις.
μυρίαι δ᾽ ἔργων καλῶν τέτμηνθ᾽ ἑκατόμπεδοι ἐν σχερῷ κέλευθοι,
καὶ πέραν Νείλοιο παγᾶν καὶ δι᾽ Ὑπερβορέους:
οὐδ᾽ ἔστιν οὕτω βάρβαρος οὔτε παλίγγλωσσος πόλις,
25ἅτις οὐ Πηλέος ἀΐει κλέος ἥρωος, εὐδαίμονος γαμβροῦ θεῶν,
οὐδ᾽ ἅτις Αἴαντος Τελαμωνιάδα
καὶ πατρός: τὸν χαλκοχάρμαν ἐς πόλεμον
[40] ἆγε σὺν Τιρυνθίοισι πρόφρονα σύμμαχον ἐς Τρωΐαν, ἥρωσι μόχθον,
Λαομεδοντίαν ὑπὲρ ἀμπλακίαν
30ἐν ναυσὶν Ἀλκμήνας τέκος.
εἷλε δὲ Περγαμίαν, πέφνεν δὲ σὺν κείνῳ Μερόπων
ἔθνεα καὶ τὸν βουβόταν οὔρεϊ ἴσον
Φλέγραισιν εὑρὼν Ἀλκυονῆ, σφετέρας δ᾽ οὐ φείσατο
[50] χερσὶν βαρυφθόγγοιο νευρᾶς
35Ἡρακλέης. ἀλλ᾽ Αἰακίδαν καλέων
ἐς πλόον κεῖνον κύρησε δαινυμένων.
τὸν μὲν ἐν ῥινῷ λέοντος στάντα κελήσατο νεκταρέαις σπονδαῖσιν ἄρξαι
καρτεραίχμαν Ἀμφιτρυωνιάδαν,
ἄνδωκε δ᾽ αὐτῷ φέρτατος
40οἰνοδόκον φιάλαν χρυσῷ πεφρικυῖαν Τελαμών,
[60] δ᾽ ἀνατείναις οὐρανῷ χεῖρας ἀμάχους
αὔδασε τοιοῦτον ἔπος: ‘εἴ ποτ᾽ ἐμάν, Ζεῦ πάτερ,
θυμῷ ἐθέλων ἀρὰν ἄκουσας,
νῦν σε, νῦν εὐχαῖς ὑπὸ θεσπεσίαις
45λίσσομαι παῖδα θρασὺν ἐξ Ἐριβοίας
ἀνδρὶ τῷδε, ξεῖνον ἀμὸν μοιρίδιον τελέσαι,
τὸν μὲν ἄρρηκτον φυάν, ὥσπερ τόδε δέρμα με νῦν περιπλανᾶται
[70] θηρός, ὃν πάμπρωτον ἄθλων κτεῖνά ποτ᾽ ἐν Νεμέᾳ:
θυμὸς δ᾽ ἑπέσθω.’ ταῦτ᾽ ἄρα οἱ φαμένῳ πέμψεν θεὸς
50ἀρχὸν οἰωνῶν μέγαν αἰετόν: ἁδεῖα δ᾽ ἔνδον νιν ἔκνιξεν χάρις,
εἶπέν τε φωνήσαις ἅτε μάντις ἀνήρ:
ἔσσεταί τοι παῖς, ὃν αἰτεῖς, Τελαμών:
καί νιν ὄρνιχος φανέντος κέκλε᾽ ἐπώνυμον εὐρυβίαν Αἴαντα, λαῶν
[80] ἐν πόνοις ἔκπαγλον Ἐνυαλίου.’
55ὣς ἆρα εἰπὼν αὐτίκα
ἕζετ᾽. ἐμοὶ δὲ μακρὸν πάσας ἀναγήσασθ᾽ ἀρετάς:
Φυλακίδᾳ γὰρ ἦλθον, Μοῖσα, ταμίας
Πυθέᾳ τε κώμων Εὐθυμένει τε. τὸν Ἀργείων τρόπον
εἰρήσεταί που κἀν βραχίστοις.
60ἄραντο γὰρ νίκας ἀπὸ παγκρατίου
τρεῖς ἀπ᾽ Ἰσθμοῦ, τὰς δ᾽ ἀπ᾽ εὐφύλλου Νεμέας,
[90] ἀγλαοὶ παῖδές τε καὶ μάτρως: ἀνὰ δ᾽ ἄγαγον ἐς φάος οἵαν μοῖραν ὕμνων:
τὰν Ψαλυχιδᾶν δὲ πάτραν Χαρίτων
ἄρδοντι καλλίστᾳ δρόσῳ,
65τόν τε Θεμιστίου ὀρθώσαντες οἶκον τάνδε πόλιν
θεοφιλῆ ναίοισι. Λάμπων δὲ μελέταν
ἔργοις ὀπάζων Ἡσιόδου μάλα τιμᾷ τοῦτ᾽ ἔπος,
[100] υἱοῖσί τε φράζων παραινεῖ,
ξυνὸν ἄστει κόσμον ἑῷ προσάγων,
70καὶ ξένων εὐεργεσίαις ἀγαπᾶται,
μέτρα μὲν γνώμᾳ διώκων, μέτρα δὲ καὶ κατέχων:
γλῶσσα δ᾽ οὐκ ἔξω φρενῶν: φαίης κέ νιν ἀνδράσιν ἀθληταῖσιν ἔμμεν
Ναξίαν πέτραις ἐν ἄλλαις χαλκοδάμαντ᾽ ἀκόναν.
πίσω σφε Δίρκας ἁγνὸν ὕδωρ, τὸ βαθύζωνοι κόραι
75 [110] χρυσοπέπλου Μναμοσύνας ἀνέτειλαν παρ᾽ εὐτειχέσιν Κάδμου πύλαις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Diane Arnson Svarlien)
hide References (15 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: