next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Isthmian 1
ΗΡΟΔΟΤΩι ΘΗΒΑΙΩι ΑΡΜΑΤΙ


μᾶτερ ἐμά, τὸ τεόν, χρύσασπι Θήβα,
πρᾶγμα καὶ ἀσχολίας ὑπέρτερον
θήσομαι. μή μοι κραναὰ νεμεσάσαι
Δᾶλος, ἐν κέχυμαι.
5τί φίλτερον κεδνῶν τοκέων ἀγαθοῖς;
εἶξον, Ὠπολλωνιάς: ἀμφοτερᾶν τοι χαρίτων σὺν θεοῖς ζεύξω τέλος,
καὶ τὸν ἀκειρεκόμαν Φοῖβον χορεύων
ἐν Κέῳ ἀμφιρύτᾳ σὺν ποντίοις
[10] ἀνδράσιν, καὶ τὰν ἁλιερκέα, Ἰσθμοῦ
10δειράδ᾽: ἐπεὶ στεφάνους
ἓξ ὤπασεν Κάδμου στρατῷ ἐξ ἀέθλων,
καλλίνικον πατρίδι κῦδος. ἐν καὶ τὸν ἀδείμαντον Ἀλκμήνα τέκεν
παῖδα, θρασεῖαι τόν ποτε Γηρυόνα φρῖξαν κύνες.
ἀλλ᾽ ἐγὼ Ἡροδότῳ τεύχων τὸ μὲν ἅρματι τεθρίππῳ γέρας,
15 [20] ἁνία τ᾽ ἀλλοτρίαις οὐ χερσὶ νωμάσαντ᾽ ἐθέλω
Καστορείῳ Ἰολάου ἐναρμόξαι νιν ὕμνῳ.
κεῖνοι γὰρ ἡρώων διφρηλάται Λακεδαίμονι καὶ Θήβαις ἐτέκνωθεν κράτιστοι:
ἔν τ᾽ ἀέθλοισι θίγον πλείστων ἀγώνων,
καὶ τριπόδεσσιν ἐκόσμησαν δόμον
20καὶ λεβήτεσσιν φιάλαισί τε χρυσοῦ,
γευόμενοι στεφάνων
[30] νικαφόρων: λάμπει δὲ σαφὴς ἀρετὰ
ἔν τε γυμνοῖσι σταδίοις σφίσιν ἔν τ᾽ ἀσπιδοδούποισιν ὁπλίταις δρόμοις,
οἷά τε χερσὶν ἀκοντίζοντες αἰχμαῖς,
25καὶ λιθίνοις ὁπότ᾽ ἐν δίσκοις ἵεν.
οὐ γὰρ ἦν πεντάθλιον, ἀλλ᾽ ἐφ᾽ ἑκάστῳ
ἔργματι κεῖτο τέλος.
τῶν ἀθρόοις ἀνδησάμενοι θαμάκις
ἔρνεσιν χαίτας ῥεέθροισί τε Δίρκας ἔφανεν καὶ παρ᾽ Εὐρώτᾳ πέλας,
30 [40] Ἰφικλέος μὲν παῖς ὁμόδαμος ἐὼν Σπαρτῶν γένει,
Τυνδαρίδας δ᾽ ἐν Ἀχαιοῖς ὑψίπεδον Θεράπνας οἰκέων ἕδος.
χαίρετ᾽. ἐγὼ δὲ Ποσειδάωνι Ἰσθμῷ τε ζαθέᾳ
Ὀγχηστίαισίν τ᾽ ἀϊόνεσσιν περιστέλλων ἀοιδὰν
[50] γαρύσομαι τοῦδ᾽ ἀνδρὸς ἐν τιμαῖσιν ἀγακλέα τὰν Ἀσωποδώρου πατρὸς αἶσαν
35Ὀρχομενοῖό τε πατρῴαν ἄρουραν,
νιν ἐρειδόμενον ναυαγίαις
ἐξ ἀμετρήτας ἁλὸς ἐν κρυοέσσᾳ
δέξατο συντυχίᾳ:
νῦν δ᾽ αὖτις ἀρχαίας ἐπέβασε πότμος
40συγγενὴς εὐαμερίας. πονήσαις δὲ νόῳ καὶ προμάθειαν φέρει:
εἰ δ᾽ ἀρετᾷ κατάκειται πᾶσαν ὀργάν,
ἀμφότερον δαπάναις τε καὶ πόνοις,
[60] χρή νιν εὑρόντεσσιν ἀγάνορα κόμπον
μὴ φθονεραῖσι φέρειν
45γνώμαις. ἐπεὶ κούφα δόσις ἀνδρὶ σοφῷ
ἀντὶ μόχθων παντοδαπῶν ἔπος εἰπόντ᾽ ἀγαθὸν ξυνὸν ὀρθῶσαι καλόν.
μισθὸς γὰρ ἄλλοις ἄλλος ἐφ᾽ ἔργμασιν ἀνθρώποις γλυκύς,
μηλοβότᾳ τ᾽ ἀρότᾳ τ᾽ ὀρνιχολόχῳ τε καὶ ὃν πόντος τρέφει:
[70] γαστρὶ δὲ πᾶς τις ἀμύνων λιμὸν αἰανῆ τέταται:
50ὃς δ᾽ ἀμφ᾽ ἀέθλοις πολεμίζων ἄρηται κῦδος ἁβρόν,
εὐαγορηθεὶς κέρδος ὕψιστον δέκεται, πολιατᾶν καὶ ξένων γλώσσας ἄωτον.
ἄμμι δ᾽ ἔοικε Κρόνου σεισίχθον᾽ υἱὸν
γείτον᾽ ἀμειβομένοις εὐεργέταν
ἁρμάτων ἱπποδρόμιον κελαδῆσαι,
55καὶ σέθεν, Ἀμφιτρύων,
[80] παῖδας προσειπεῖν, τὸν Μινύα τε μυχὸν
καὶ τὸ Δάματρος κλυτὸν ἄλσος Ἐλευσῖνα καὶ Εὔβοιαν ἐν γναμπτοῖς δρόμοις:
Πρωτεσίλα, τὸ τεὸν δ᾽ ἀνδρῶν Ἀχαιῶν
ἐν Φυλάκᾳ τέμενος συμβάλλομαι.
60πάντα δ᾽ ἐξειπεῖν, ὅσ᾽ ἀγώνιος Ἑρμᾶς
Ἡροδότῳ ἔπορεν
ἵπποις, ἀφαιρεῖται βραχὺ μέτρον ἔχων
ὕμνος. μὰν πολλάκι καὶ τὸ σεσωπαμένον εὐθυμίαν μείζω φέρει.
[90] εἴη νιν εὐφώνων πτερύγεσσιν ἀερθέντ᾽ ἀγλααῖς
65Πιερίδων ἔτι καὶ Πυθῶθεν Ὀλυμπιάδων τ᾽ ἐξαιρέτοις
Ἀλφεοῦ ἔρνεσι φράξαι χεῖρα τιμὰν ἑπταπύλοις
Θήβαισι τεύχοντ᾽. εἰ δέ τις ἔνδον νέμει πλοῦτον κρυφαῖον,
[100] ἄλλοισι δ᾽ ἐμπίπτων γελᾷ, ψυχὰν Ἀΐδᾳ τελέων οὐ φράζεται δόξας ἄνευθεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Diane Arnson Svarlien)
hide References (16 total)
  • Commentary references to this page (10):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 711
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 103
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 1152
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 241
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 506
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Trachiniae, 26
    • W. W. How, J. Wells, A Commentary on Herodotus, 9.116
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO APOLLO
    • Walter Leaf, Commentary on the Iliad (1900), 12.33
    • Walter Leaf, Commentary on the Iliad (1900), 8.285
  • Cross-references to this page (1):
  • Cross-references in notes to this page (2):
  • Cross-references in general dictionaries to this page (2):
  • Cross-references in text-specific dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: