Χορός
ὃς ἀδίκῳ γνώμᾳ παρανόμῳ τ᾽ ὀργᾷ
περὶ σὰ Βάκχι᾽, ὄργια ματρός τε σᾶς
μανείσᾳ πραπίδι
1000παρακόπῳ τε λήματι στέλλεται,
τἀνίκατον ὡς κρατήσων βίᾳ,
γνωμᾶν σωφρόνα θάνατος ἀπροφάσι-
στος ἐς τὰ θεῶν ἔφυ:
βροτείως τ᾽ ἔχειν ἄλυπος βίος.
1005τὸ σοφὸν οὐ φθονῶ:
χαίρω θηρεύουσα: τὰ δ᾽ ἕτερα μεγάλα
φανερά τ᾽: ὤ, νάειν ἐπὶ τὰ καλὰ βίον,
ἦμαρ ἐς νύκτα τ᾽ εὐ-
αγοῦντ᾽ εὐσεβεῖν, τὰ δ᾽ ἔξω νόμιμα
1010δίκας ἐκβαλόντα τιμᾶν θεούς.
ἴτω δίκα φανερός, ἴτω ξιφηφόρος
φονεύουσα λαιμῶν διαμπὰξ
1015τὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονος
τόκον γηγενῆ.