Διόνυσος
ἰώ,
κλύετ᾽ ἐμᾶς κλύετ᾽ αὐδᾶς,
ἰὼ βάκχαι, ἰὼ βάκχαι.
Χορός
τίς ὅδε, τίς ὅδε πόθεν ὁ κέλαδος
ἀνά μ᾽ ἐκάλεσεν Εὐίου;
Διόνυσος
580ἰὼ ἰώ, πάλιν αὐδῶ,
ὁ Σεμέλας, ὁ Διὸς παῖς.
Χορός
ἰὼ ἰὼ δέσποτα δέσποτα,
μόλε νυν ἡμέτερον ἐς
θίασον, ὦ Βρόμιε Βρόμιε.
Διόνυσος
585σεῖε πέδον χθονὸς Ἔννοσι πότνια.
Χορός
ἆ ἆ,
τάχα τὰ Πενθέως μέλαθρα διατι-
νάξεται πεσήμασιν.
— ὁ Διόνυσος ἀνὰ μέλαθρα:
590σέβετέ νιν.
— σέβομεν ὤ.
— εἴδετε λάινα κίοσιν ἔμβολα
διάδρομα τάδε; Βρόμιος ὅδ᾽ ἀλα-
λάζεται στέγας ἔσω.
Διόνυσος
ἅπτε κεραύνιον αἴθοπα λαμπάδα:
595σύμφλεγε σύμφλεγε δώματα Πενθέος.
Χορός
ἆ ἆ,
πῦρ οὐ λεύσσεις, οὐδ᾽ αὐγάζῃ,
Σεμέλας ἱερὸν ἀμφὶ τάφον, ἅν
ποτε κεραυνόβολος ἔλιπε φλόγα
Δίου βροντᾶς;
600δίκετε πεδόσε τρομερὰ σώματα
δίκετε, Μαινάδες: ὁ γὰρ ἄναξ
ἄνω κάτω τιθεὶς ἔπεισι
μέλαθρα τάδε Διὸς γόνος.