Ἀγαύη
φέρομεν ἐξ ὀρέων
1170ἕλικα νεότομον ἐπὶ μέλαθρα,
μακάριον θήραν.
Χορός
ὁρῶ καί σε δέξομαι σύγκωμον.
Ἀγαύη
ἔμαρψα τόνδ᾽ ἄνευ βρόχων
λέοντος ἀγροτέρου νέον ἶνιν:
1175ὡς ὁρᾶν πάρα.
Ἀγαύη
πρῶτον ἐμὸν τὸ γέρας.
1180μάκαιρ᾽ Ἀγαύη κλῃζόμεθ᾽ ἐν θιάσοις.
Ἀγαύη
γένεθλα
μετ᾽ ἐμὲ μετ᾽ ἐμὲ τοῦδ᾽
ἔθιγε θηρός: εὐτυχής γ᾽ ἅδ᾽ ἄγρα.