Διόνυσος
ἀσέβειαν ἀσκοῦντ᾽ ὄργι᾽ ἐχθαίρει θεοῦ.
Πενθεύς
τὸν θεὸν ὁρᾶν γὰρ φῂς σαφῶς, ποῖός τις ἦν;
Διόνυσος
ὁποῖος ἤθελ᾽: οὐκ ἐγὼ 'τασσον τόδε.
Πενθεύς
τοῦτ᾽ αὖ παρωχέτευσας εὖ κοὐδὲν λέγων.
Διόνυσος
480δόξει τις ἀμαθεῖ σοφὰ λέγων οὐκ εὖ φρονεῖν.
Πενθεύς
ἦλθες δὲ πρῶτα δεῦρ᾽ ἄγων τὸν δαίμονα;
Διόνυσος
πᾶς ἀναχορεύει βαρβάρων τάδ᾽ ὄργια.
Πενθεύς
φρονοῦσι γὰρ κάκιον Ἑλλήνων πολύ.
Διόνυσος
τάδ᾽ εὖ γε μᾶλλον: οἱ νόμοι δὲ διάφοροι.
Πενθεύς
485τὰ δ᾽ ἱερὰ νύκτωρ ἢ μεθ᾽ ἡμέραν τελεῖς;
Διόνυσος
νύκτωρ τὰ πολλά: σεμνότητ᾽ ἔχει σκότος.
Πενθεύς
τοῦτ᾽ ἐς γυναῖκας δόλιόν ἐστι καὶ σαθρόν.
Διόνυσος
κἀν ἡμέρᾳ τό γ᾽ αἰσχρὸν ἐξεύροι τις ἄν.
Πενθεύς
δίκην σε δοῦναι δεῖ σοφισμάτων κακῶν.
Διόνυσος
490σὲ δ᾽ ἀμαθίας γε κἀσεβοῦντ᾽ ἐς τὸν θεόν.
Πενθεύς
ὡς θρασὺς ὁ βάκχος κοὐκ ἀγύμναστος λόγων.
Διόνυσος
εἴφ᾽ ὅ τι παθεῖν δεῖ: τί με τὸ δεινὸν ἐργάσῃ;
Πενθεύς
πρῶτον μὲν ἁβρὸν βόστρυχον τεμῶ σέθεν.
Διόνυσος
ἱερὸς ὁ πλόκαμος: τῷ θεῷ δ᾽ αὐτὸν τρέφω.
Πενθεύς
495ἔπειτα θύρσον τόνδε παράδος ἐκ χεροῖν.
Διόνυσος
αὐτός μ᾽ ἀφαιροῦ: τόνδε Διονύσου φορῶ.
Πενθεύς
εἱρκταῖσί τ᾽ ἔνδον σῶμα σὸν φυλάξομεν.
Διόνυσος
λύσει μ᾽ ὁ δαίμων αὐτός, ὅταν ἐγὼ θέλω.
Πενθεύς
ὅταν γε καλέσῃς αὐτὸν ἐν βάκχαις σταθείς.
Διόνυσος
500καὶ νῦν ἃ πάσχω πλησίον παρὼν ὁρᾷ.
Πενθεύς
καὶ ποῦ 'στιν; οὐ γὰρ φανερὸς ὄμμασίν γ᾽ ἐμοῖς.
Διόνυσος
παρ᾽ ἐμοί: σὺ δ᾽ ἀσεβὴς αὐτὸς ὢν οὐκ εἰσορᾷς.
Πενθεύς
λάζυσθε: καταφρονεῖ με καὶ Θήβας ὅδε.
Διόνυσος
αὐδῶ με μὴ δεῖν σωφρονῶν οὐ σώφροσιν.
Πενθεύς
505ἐγὼ δὲ δεῖν γε, κυριώτερος σέθεν.
Διόνυσος
οὐκ οἶσθ᾽ ὅ τι ζῇς, οὐδ᾽ ὃ δρᾷς, οὐδ᾽ ὅστις εἶ.
Πενθεύς
Πενθεύς, Ἀγαύης παῖς, πατρὸς δ᾽ Ἐχίονος.
Διόνυσος
ἐνδυστυχῆσαι τοὔνομ᾽ ἐπιτήδειος εἶ.
Πενθεύς
χώρει: καθείρξατ᾽ αὐτὸν ἱππικαῖς πέλας
510φάτναισιν, ὡς ἂν σκότιον εἰσορᾷ κνέφας.
ἐκεῖ χόρευε: τάσδε δ᾽ ἃς ἄγων πάρει
κακῶν συνεργοὺς ἢ διεμπολήσομεν
ἢ χεῖρα δούπου τοῦδε καὶ βύρσης κτύπου
παύσας, ἐφ᾽ ἱστοῖς δμωίδας κεκτήσομαι.
Διόνυσος
515στείχοιμ᾽ ἄν: ὅ τι γὰρ μὴ χρεών, οὔτοι χρεὼν
παθεῖν. ἀτάρ τοι τῶνδ᾽ ἄποιν᾽ ὑβρισμάτων
μέτεισι Διόνυσός σ᾽, ὃν οὐκ εἶναι λέγεις:
ἡμᾶς γὰρ ἀδικῶν κεῖνον εἰς δεσμοὺς ἄγεις.