Χορός
*
Ἀχελῴου θύγατερ,
520πότνι᾽ εὐπάρθενε Δίρκα,
σὺ γὰρ ἐν σαῖς ποτε παγαῖς
τὸ Διὸς βρέφος ἔλαβες,
ὅτε μηρῷ πυρὸς ἐξ ἀ-
θανάτου Ζεὺς ὁ τεκὼν ἥρ-
525πασέ νιν, τάδ᾽ ἀναβοάσας:
Ἴθι, Διθύραμβ᾽, ἐμὰν ἄρ-
σενα τάνδε βᾶθι νηδύν:
ἀναφαίνω σε τόδ᾽, ὦ Βάκ-
χιε, Θήβαις ὀνομάζειν.
530σὺ δέ μ᾽, ὦ μάκαιρα Δίρκα,
στεφανηφόρους ἀπωθῇ
θιάσους ἔχουσαν ἐν σοί.
τί μ᾽ ἀναίνῃ; τί με φεύγεις;
ἔτι ναὶ τὰν βοτρυώδη
535Διονύσου χάριν οἴνας,
ἔτι σοι τοῦ Βρομίου μελήσει.