previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Πενθεύς

945ἆρ᾽ ἂν δυναίμην τὰς Κιθαιρῶνος πτυχὰς
αὐταῖσι βάκχαις τοῖς ἐμοῖς ὤμοις φέρειν;

Διόνυσος

δύναι᾽ ἄν, εἰ βούλοιο: τὰς δὲ πρὶν φρένας
οὐκ εἶχες ὑγιεῖς, νῦν δ᾽ ἔχεις οἵας σε δεῖ.

Πενθεύς

μοχλοὺς φέρωμεν; χεροῖν ἀνασπάσω
950κορυφαῖς ὑποβαλὼν ὦμον βραχίονα;

Διόνυσος

μὴ σύ γε τὰ Νυμφῶν διολέσῃς ἱδρύματα
καὶ Πανὸς ἕδρας ἔνθ᾽ ἔχει συρίγματα.

Πενθεύς

καλῶς ἔλεξας: οὐ σθένει νικητέον
γυναῖκας: ἐλάταισιν δ᾽ ἐμὸν κρύψω δέμας.

Διόνυσος

955κρύψῃ σὺ κρύψιν ἥν σε κρυφθῆναι χρεών,
ἐλθόντα δόλιον μαινάδων κατάσκοπον.

Πενθεύς

καὶ μὴν δοκῶ σφᾶς ἐν λόχμαις ὄρνιθας ὣς
λέκτρων ἔχεσθαι φιλτάτοις ἐν ἕρκεσιν.

Διόνυσος

οὐκοῦν ἐπ᾽ αὐτὸ τοῦτ᾽ ἀποστέλλῃ φύλαξ:
960λήψῃ δ᾽ ἴσως σφᾶς, ἢν σὺ μὴ ληφθῇς πάρος.

Πενθεύς

κόμιζε διὰ μέσης με Θηβαίας χθονός:
μόνος γὰρ αὐτῶν εἰμ᾽ ἀνὴρ τολμῶν τόδε.

Διόνυσος

μόνος σὺ πόλεως τῆσδ᾽ ὑπερκάμνεις, μόνος:
τοιγάρ σ᾽ ἀγῶνες ἀναμένουσιν οὓς ἐχρῆν.
965ἕπου δέ: πομπὸς δ᾽ εἶμ᾽ ἐγὼ σωτήριος,
κεῖθεν δ᾽ ἀπάξει σ᾽ ἄλλος.

Πενθεύς
τεκοῦσά γε.

Διόνυσος

ἐπίσημον ὄντα πᾶσιν.

Πενθεύς
ἐπὶ τόδ᾽ ἔρχομαι.

Διόνυσος

φερόμενος ἥξεις ...

Πενθεύς
ἁβρότητ᾽ ἐμὴν λέγεις.

Διόνυσος

ἐν χερσὶ μητρός.

Πενθεύς
καὶ τρυφᾶν μ᾽ ἀναγκάσεις.

Διόνυσος

970τρυφάς γε τοιάσδε.

Πενθεύς
ἀξίων μὲν ἅπτομαι.

Διόνυσος

δεινὸς σὺ δεινὸς κἀπὶ δείν᾽ ἔρχῃ πάθη,
ὥστ᾽ οὐρανῷ στηρίζον εὑρήσεις κλέος.

ἔκτειν᾽, Ἀγαύη, χεῖρας αἵ θ᾽ ὁμόσποροι
Κάδμου θυγατέρες: τὸν νεανίαν ἄγω
975τόνδ᾽ εἰς ἀγῶνα μέγαν, νικήσων δ᾽ ἐγὼ
καὶ Βρόμιος ἔσται. τἄλλα δ᾽ αὐτὸ σημανεῖ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (T. A. Buckley, 1850)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: