ἅμα δὲ τούτοις πραττομένοις Λακεδαιμόνιοι μὲν παραλαβόντες τοὺς ἐκ Πελοποννήσου συμμάχους εἰσέβαλον εἰς τὴν Ἀττικήν, ἔχοντος τὴν ἡγεμονίαν Ἀρχιδάμου τοῦ βασιλέως, τὸν δὲ σῖτον ἐν τῇ χλόῃ διέφθειραν, καὶ τὴν χώραν δῃώσαντες ἐπανῆλθον εἰς τὰς πατρίδας. [2] οἱ δ᾽ Ἀθηναῖοι παρατάξασθαι μὲν οὐ τολμῶντες, ὑπὸ δὲ τῆς νόσου καὶ τῆς σιτοδείας πιεζόμενοι, κακὰς περὶ τοῦ μέλλοντος ἐλάμβανον ἐλπίδας. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.