ἐπ᾽ ἄρχοντος γὰρ Ἀθήνησι Λυσιμαχίδου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Τίτον Μενήνιον καὶ Πόπλιον Σήστιον Καπετωλῖνον. ἐπὶ δὲ τούτων διαφεύγοντες τὸν ἐν τῇ στάσει κίνδυνον Συβαρῖται περὶ τὸν Τράεντα ποταμὸν κατῴκησαν. καὶ χρόνον μέν τινα διέμειναν, ἔπειθ᾽ ὑπὸ Βρεττίων ἐκβληθέντες ἀνῃρέθησαν. [2] κατὰ δὲ τὴν Ἑλλάδα Ἀθηναῖοι τὴν Εὔβοιαν ἀνακτησάμενοι καὶ τοὺς Ἑστιαιεῖς ἐκ τῆς πόλεως ἐκβαλόντες ἰδίαν ἀποικίαν εἰς αὐτὴν ἐξέπεμψαν Περικλέους στρατηγοῦντος, χιλίους δὲ οἰκήτορας ἐκπέμψαντες τήν τε πόλιν καὶ τὴν χώραν κατεκληρούχησαν.