previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

14. ἀμφότερα δὲ τὰ προειρημένα πολλοὶ τῶν ποιητῶν δι᾽ ἐμμέτρου ποιήματος μεμαρτυρήκασι: τὴν μὲν κακομιλίαν ἐν τοῖσδε,“ ὅστις δ᾽ ὁμιλῶν ἥδεται κακοῖς ἀνήρ,
οὐπώποτ᾽ ἠρώτησα, γινώσκων ὅτι
τοιοῦτός ἐστιν οἷσπερ ἥδεται ξυνών:
Eur. fr. 812 (Nauck)τὸν δὲ περὶ τῆς μητρυιᾶς τεθέντα νόμον ἐν τούτοις,“ τὸν νομοθέτην φασὶν Χαρώνδαν ἔν τινι
νομοθεσίᾳ τά τ᾽ ἄλλα καὶ ταυτὶ λέγειν:
παισὶν αὑτοῦ μητρυιὰν ἐπεισάγων
μήτ᾽ εὐδοκιμείτω μήτε μετεχέτω λόγου
παρὰ τοῖς πολίταις, ὡς ἐπείσακτον κακὸν
κατὰ τῶν ἑαυτοῦ πραγμάτων πεπορισμένος.
εἴτ᾽ ἐπέτυχες γάρ, φησί, γήμας τὸ πρότερον,
εὐημερῶν κατάπαυσον, εἴτ᾽ οὐκ ἐπέτυχες,
μανικὸν τὸ πεῖραν δευτέρας λαβεῖν πάλιν.
anon. fr. 110 (Kock)ταῖς γὰρ ἀληθείαις δὶς ἐν τοῖς αὐτοῖς πράγμασιν ἁμαρτάνων ἄφρων ἂν δικαίως νομισθείη. [2] καὶ Φιλήμονος τοῦ κωμῳδιογράφου γράφοντος τοὺς πολλάκις ναυτιλλομένους καὶ συνειπόντος τῷ νόμῳτεθαύμακ᾽ οὐκέτ᾽ εἰ πέπλευκέ τις,
ἀλλ᾽ εἰ πέπλευκε δίς,
Philemon fr. 183 (Kock)τὸ παραπλήσιον ἄν τις ἀποφαίνοιτο μὴ θαυμάζειν εἴ τις γεγάμηκεν, ἀλλ᾽ εἰ δὶς γεγάμηκε: κρεῖττον γὰρ εἶναι δὶς ἑαυτὸν θαλάττῃ παραβαλεῖν γυναικί. [3] μέγισται γὰρ καὶ χαλεπώταται στάσεις ἐν ταῖς οἰκίαις γίνονται διὰ μητρυιὰς τέκνοις πρὸς πατέρας, καὶ διὰ ταῦτα πολλαὶ καὶ παράνομοι πράξεις ἐν τοῖς θεάτροις τραγῳδοῦνται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: