ἦν δὲ καὶ Σόλων πατρὸς μὲν Ἐξηκεστίδου, τὸ γένος ἐκ Σαλαμῖνος τῆς Ἀττικῆς, σοφίᾳ δὲ καὶ παιδείᾳ πάντας τοὺς καθ᾽ ἑαυτὸν ὑπερβεβληκώς. φύσει δὲ πρὸς ἀρετὴν τῶν ἄλλων πολὺ διαφέρων ἐζήλωσεν ἀρετὴν ἐπαινουμένην: πᾶσι γὰρ τοῖς μαθήμασι πολὺν χρόνον ἐνδιατρίψας ἀθλητὴς ἐγένετο πάσης ἀρετῆς.