next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τάδε ἔνεστιν ἐν τῇ ὀκτωκαιδεκάτῃ τῶν Διοδώρου βύβλων.

α. γενομένη ταραχὴ καὶ στάσις μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν ἐν ταῖς δυνάμεσιν.

β. Περδίκκου παράληψις τῆς κατὰ τὴν βασιλείαν ἐπιμελείας καὶ διαίρεσις τῶν σατραπειῶν.

γ. ἀπόστασις τῶν ἐν ταῖς ἄνω σατραπείαις Ἑλλήνων καὶ ἀποστολὴ στρατηγοῦ Πίθωνος ἐπ᾽ αὐτούς.

δ. ἀπαγγελία τῆς κατὰ τὴν Ἀσίαν θέσεως καὶ τῶν ἐν αὐτῇ σατραπειῶν.

ε. ὡς Πίθων κατεπολέμησε τοὺς ἀποστάντας Ἕλληνας.

ς. ὡς Ἀθηναῖοι πόλεμον ἐξήνεγκαν πρὸς Ἀντίπατρον τὸν ὀνομασθέντα Δαμιακόν.

ζ. ὡς Λεωσθένης ἀναδειχθεὶς στρατηγὸς καὶ συστησάμενος δύναμιν ἐνίκησε μάχῃ τὸν Ἀντίπατρον καὶ συνέκλεισεν εἰς πόλιν Λάμιαν.

η. Λεωσθένους τοῦ στρατηγοῦ τελευτὴ καὶ ἐπιτάφιος.

θ. παράληψις τῶν σατραπειῶν ὑπὸ τῶν μεμερισμένων αὐτάς.

ι. ἱππομαχία τῶν Ἑλλήνων πρὸς Λεοννάτον καὶ νίκη τῶν Ἑλλήνων.

α. ὡς Ἀντίπατρος Λεοννάτου σφαγέντος ἐν τῇ μάχῃ παρέλαβε τὴν Λεοννάτου δύναμιν.

β. ὡς Κλεῖτος τῶν Μακεδόνων ναύαρχος ἐνίκησε δυσὶ ναυμαχίαις τοὺς Ἕλληνας. [p. 317]

γ. ὡς Περδίκκας Ἀριαράθην τὸν βασιλέα παρατάξει μεγάλῃ νικήσας ἐζώγρησε τὸν βασιλέα μετὰ καὶ πολλῶν ἄλλων.

δ. ὡς Κρατερὸς βοηθήσας Ἀντιπάτρῳ ἐνίκησε τοὺς Ἕλληνας καὶ κατέλυσε τὸν Λαμιακὸν πόλεμον.

ε. περὶ τῶν ὑπ᾽ Ἀντιπάτρου πραχθέντων πρὸς Ἀθηναίους καὶ τοὺς ἄλλους Ἕλληνας.

ς. περὶ τῶν πραχθέντων ἐν τῷ κατὰ Κυρήνην πολέμῳ Πτολεμαίῳ.

ζ. ὡς Περδίκκας ἐμβαλὼν εἰς τὴν Πισιδίαν Λαρανδεῖς μὲν ἐξηνδραποδίσατο, Ἰσαυρεῖς δὲ πολιορκήσας συνηνάγκασεν ἑαυτούς τε κατασφάξαι καὶ τὴν πόλιν ἐμπρῆσαι.

η. Ἀντιπάτρου καὶ Κρατεροῦ στρατεία εἰς Αἰτωλίαν.

θ. κατακομιδὴ τοῦ Ἀλεξάνδρου σώματος ἐκ Βαβυλῶνος εἰς Ἀλεξάνδρειαν καὶ τῆς κατὰ τὴν ἁρμάμαξαν πολυτελείας ἀπαγγελία.

κ. ὡς Εὐμενὴς παρατάξει νικήσας Κρατερὸν κατέσφαξεν ἐν τῇ μάχῃ καὶ Νεοπτόλεμον.

α. ὡς Περδίκκας εἰς Αἴγυπτον στρατεύσας ὑπὸ τῶν φίλων ἀνῃρέθη.

β. ὡς τῶν βασιλέων ἐπιμελητὴς ᾑρέθη Πίθων καὶ μετ᾽ αὐτοῦ Ἀρριδαῖος, ὕστερον δ᾽ Ἀντίπατρος.

γ. ὡς Ἀντίπατρος ἡγεμὼν κατασταθεὶς τῶν ὅλων ἐμερίσατο τὰς σατραπείας ἐξ ἀρχῆς ἔν Τριπαραδείσῳ τῆς Συρίας.

δ. ὡς Ἀντίγονος ὑπ᾽ Ἀντιπάτρου κατασταθεὶς στρατηγὸς κατεπολέμησε τὸν Εὐμένη.

ε. περὶ Εὐμενοῦς καὶ τῶν περὶ αὐτὸν γενομένων παραδόξων μεταβολῶν.

ς. ὡς Πτολεμαῖος τήν τε Φοινίκην καὶ τὴν Κοίλην Συρίαν προσεκτήσατο. [p. 318]

ζ. ὡς Ἀντίγονος Ἀλκέταν ἐνίκησεν ἐπιφανεῖ καρατάξει.

η. Ἀντιπάτρου θάνατος καὶ τῆς βασιλικῆς δυνάμεως παράληψις ὑπὸ Πολυπέρχοντος.

θ. ὡς Ἀντίγονος μετεωρισθεὶς ἐπί τε τῇ Ἀντιπάτρου τελευτῇ καὶ τοῖς ὑφ᾽ αὑτοῦ κατειργασμένοις ἀντεποιήσατο τῆς βασιλείας.

λ. Εὐμενοῦς αὔξησις παράδοξος καὶ παράληψις τῆς τε τῶν βασιλέων ἐπιμελείας καὶ τῆς Μακεδονικῆς δυνάμεως.

α. Κασάνδρου αὔξησις καὶ πόλεμος πρὸς Πολυπέρχοντα τὸν ἐπιμελητὴν τῶν βασιλέων καὶ κοινοπραγία πρὸς Ἀντίγονον.

β. ὡς Εὐμενὴς ἐν Κιλικίᾳ τοὺς ἀργυράσπιδας παραλαβὼν εἰς τὰς ἄνω σατραπείας ἀπῆλθε καὶ δύναμιν ἀξιόλογον παρεσκευάσατο.

γ. περὶ τῆς Εὐμενοῦς ἀγχινοίας καὶ στρατηγίας καὶ τῶν ὑπ᾽ αὐτοῦ πραχθέντων μέχρι τῆς τελευτῆς.

δ. τὰ συμβάντα περὶ Κάσανδρον κατὰ τὴν Ἀττικὴν καὶ Νικάνορα τὸν φρουροῦντα τὴν Μουνυχίαν.

ε. Φωκίωνος τοῦ χρηστοῦ προσαγορευθέντος θάνατος.

ς. ὡς Πολυπέρχων Μεγαλοπολίτας πολιορκήσας καὶ πολλὰ παθὼν καὶ δράσας ἄπρακτος ἐπανῆλθεν.

ζ. ὡς Κλεῖτος Πολυπέρχοντος ναύαρχος ἐνίκησε ναυμαχίᾳ Νικάνορα τὸν Κασάνδρου ναύαρχον.

η. ὡς Ἀντίγονος ἐπιφανῶς νικήσας ναυμαχίᾳ τὸν Κλεῖτον ἐθαλαττοκράτησεν.

θ. ὡς Εὐμενὴς ὑπὸ Σελεύκου περὶ τὴν Βαβυλῶνα συγκλεισθεὶς εἰς τοὺς ἐσχάτους κινδύνους ἐσώθη διὰ τὴν ἰδίαν ἀγχίνοιαν.

μ. ὡς Πολυπέρχων καταφρονηθεὶς ὑπὸ τῶν Ἑλλήνων καὶ ταπεινωθεὶς διεπολέμει πρὸς Κάσανδρον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: