ῥήματ᾽, εἰ βούλεσθ᾽ ἀκοῦσαι τήνδ᾽ ὅπως ἀπώλετο.
πρῶτα μὲν γὰρ αὐτῆς ἦρχε Φειδίας πράξας κακῶς,
εἶτα Περικλέης φοβηθεὶς μὴ μετάσχῃ τῆς τύχης,
ἐμβαλὼν σπινθῆρα μικρὸν Μεγαρικοῦ ψηφίσματος
ἐξεφύσησεν τοσοῦτον πόλεμον ὥστε τῷ καπνῷ
πάντας Ἕλληνας δακρῦσαι, τούς τ᾽ ἐκεῖ τούς τ᾽ ἐνθάδε:
”Aristoph. Peace 603 ff.καὶ πάλιν ἐν ἄλλοις“ Περικλέης οὑλύμπιος
ἤστραπτεν, ἐβρόντα, συνεκύκα τὴν Ἑλλάδα.
”Aristoph. Ach. 531-532
Εὔπολις δ᾽ ὁ ποιητής“
Πειθώ τις ἐπεκάθιζεν ἐπὶ τοῖς χείλεσιν:
οὕτως ἐκήλει καὶ μόνος τῶν ῥητόρων
τὸ κέντρον ἐγκατέλειπε τοῖς ἀκροωμένοις.
”Eupolis fr. 94, 11.5-7(Kock)