previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

75.

ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησιν Εὐθίππου Ῥωμαῖοι κατέστησαν ὑπάτους Κόιντον Σερουίλιον καὶ Σπόριον Ποστούμιον Ἀλβῖνον. ἐπὶ δὲ τούτων κατὰ τὴν Ἀσίαν Ἀρτάβαζος καὶ Μεγάβυζος ἐκπεμφθέντες ἐπὶ τὸν πρὸς Αἰγυπτίους πόλεμον ἀνέζευξαν ἐκ τῆς Περσίδος, ἔχοντες στρατιώτας ἱππεῖς τε καὶ πεζοὺς πλείους τῶν τριάκοντα μυριάδων. [2] ὡς δ᾽ ἦλθον εἰς Κιλικίαν καὶ Φοινίκην, τὰς μὲν πεζὰς δυνάμεις ἀνελάμβανον ἐκ τῆς ὁδοιπορίας, ναῦς δὲ προσέταξαν κατασκευάζειν τοῖς τε Κυπρίοις καὶ Φοίνιξι καὶ τοῖς τὴν Κιλικίαν οἰκοῦσι. καταρτισθεισῶν δὲ τριήρων τριακοσίων, ταύτας ἐκόσμησαν ἐπιβάταις τε τοῖς κρατίστοις καὶ ὅπλοις καὶ βέλεσι καὶ τοῖς ἄλλοις τοῖς πρὸς ναυμαχίαν χρησίμοις. [3] οὗτοι μὲν οὖν περὶ τὰς παρασκευὰς ἐγίνοντο καὶ γυμνασίας τῶν στρατιωτῶν ἐποιοῦντο καὶ συνείθιζον ἅπαντας ταῖς πολεμικαῖς ἐμπειρίαις, καὶ περὶ ταῦτα διέτριψαν σχεδόν τι τὸν ὑποκείμενον ἐνιαυτόν: [4] οἱ δὲ κατὰ τὴν Αἴγυπτον Ἀθηναῖοι τοὺς περὶ τὴν Μέμφιν καταφυγόντας εἰς τὸ Λευκὸν τεῖχος ἐπολιόρκουν: ἀμυνομένων δὲ τῶν Περσῶν εὐρώστως οὐ δυνάμενοι τὸ χωρίον ἑλεῖν, ἔμειναν ἐπὶ τῆς πολιορκίας τὸν ἐνιαυτόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (2 total)
  • Cross-references to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: