ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησι Φαίδωνος Ὀλυμπιὰς μὲν ἤχθη ἕκτη πρὸς ταῖς ἑβδομήκοντα, καθ᾽ ἣν ἐνίκα στάδιον Σκαμάνδριος Μυτιληναῖος, ἐν Ῥώμῃ δ᾽ ὑπῆρχον ὕπατοι Καίσων Φάβιος καὶ Σπόριος Φούριος Μενέλλαιος. [2] ἐπὶ δὲ τούτων Λεωτυχίδας ὁ τῶν Λακεδαιμονίων βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη εἴκοσι καὶ δύο, τὴν δὲ ἀρχὴν διαδεξάμενος Ἀρχίδαμος ἐβασίλευσεν ἔτη τετταράκοντα καὶ δύο. ἐτελεύτησε δὲ καὶ Ἀναξίλας ὁ Ῥηγίου καὶ Ζάγκλης τύραννος, δυναστεύσας ἔτη δέκα ὀκτώ, τὴν δὲ τυραννίδα διεδέξατο Μίκυθος, πιστευθεὶς ὥστε ἀποδοῦναι τοῖς τέκνοις τοῦ τελευτήσαντος οὖσι νέοις τὴν ἡλικίαν. [3] Ἱέρων δὲ ὁ βασιλεὺς τῶν Συρακοσίων μετὰ τὴν τοῦ Γέλωνος τελευτὴν τὸν μὲν ἀδελφὸν Πολύζηλον ὁρῶν εὐδοκιμοῦντα παρὰ τοῖς Συρακοσίοις, καὶ νομίζων αὐτὸν ἔφεδρον ὑπάρχειν τῆς βασιλείας, ἔσπευδεν ἐκποδὼν ποιήσασθαι, αὐτὸς δὲ ξενολογῶν καὶ περὶ αὑτὸν σύστημα ξένων παρασκευάζων ὑπελάμβανεν ἀσφαλῶς καθέξειν τὴν βασιλείαν. [4] διὸ καὶ Συβαριτῶν πολιορκουμένων ὑπὸ Κροτωνιατῶν καὶ δεομένων βοηθῆσαι, στρατιώτας πολλοὺς κατέγραψεν εἰς τὴν στρατιάν, ἣν παρεδίδου Πολυζήλῳ τἀδελφῷ νομίζων αὐτὸν ὑπὸ τῶν Κροτωνιατῶν ἀναιρεθήσεσθαι. [5] τοῦ δὲ Πολυζήλου πρὸς τὴν στρατείαν οὐχ ὑπακούσαντος διὰ τὴν ῥηθεῖσαν ὑποψίαν, δι᾽ ὀργῆς εἶχε τὸν ἀδελφόν, καὶ φυγόντος πρὸς Θήρωνα τὸν Ἀκραγαντίνων τύραννον, καταπολεμῆσαι τοῦτον παρεσκευάζετο. [6] μετὰ δὲ ταῦτα Θρασυδαίου τοῦ Θήρωνος ἐπιστατοῦντος τῆς τῶν Ἱμεραίων πόλεως βαρύτερον τοῦ καθήκοντος, συνέβη τοὺς Ἱμεραίους ἀπαλλοτριωθῆναι παντελῶς ἀπ᾽ αὐτοῦ. [7] πρὸς μὲν οὖν τὸν πατέρα πορεύεσθαί τε καὶ κατηγορεῖν ἀπεδοκίμαζον, νομίζοντες οὐχ ἕξειν ἴσον ἀκουστήν: πρὸς δὲ τὸν Ἱέρωνα πρέσβεις ἀπέστειλαν κατηγοροῦντες τοῦ Θρασυδαίου καὶ ἐπαγγελλόμενοι τήν τε πόλιν ἐκείνῳ παραδώσειν καὶ συνεπιθήσεσθαι τοῖς περὶ τὸν Θήρωνα. [8] ὁ δὲ Ἱέρων κρίνας εἰρηνικῶς διαλύσασθαι πρὸς τὸν Θήρωνα, προύδωκε τοὺς Ἱμεραίους καὶ τὰ βεβουλευμένα λαθραίως ἐμήνυσεν. διόπερ Θήρων ἐξετάσας τὰ κατὰ τὴν βουλήν, καὶ τὴν μήνυσιν ἀληθινὴν εὑρίσκων, πρὸς μὲν τὸν Ἱέρωνα διελύσατο καὶ τὸν Πολύζηλον εἰς τὴν προϋπάρχουσαν εὔνοιαν ἀποκατέστησε, τῶν δὲ Ἱμεραίων τοὺς ἐναντίους πολλοὺς ὄντας συλλαβὼν ἀπέσφαξεν.