previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

7. γενομένης δὲ μάχης καρτερᾶς, καὶ τῶν μὲν βαρβάρων θεατὴν ἐχόντων τῆς ἀρετῆς τὸν βασιλέα, τῶν δὲ Ἑλλήνων μιμνησκομένων τῆς ἐλευθερίας καὶ παρακαλουμένων ὑπὸ τοῦ Λεωνίδου πρὸς τὸν ἀγῶνα, θαυμαστὸν συνέβαινε γίνεσθαι τὸν κίνδυνον. [2] συστάδην γὰρ οὔσης τῆς μάχης καὶ τῶν πληγῶν ἐκ χειρὸς γινομένων, ἔτι δὲ τῆς συστάσεως πεπυκνωμένης, ἐπὶ πολὺν χρόνον ἰσόρροπος ἦν μάχη. τῶν δ᾽ Ἑλλήνων ὑπερεχόντων ταῖς ἀρεταῖς καὶ τῷ μεγέθει τῶν ἀσπίδων, μόγις ἐνέδωκαν οἱ Μῆδοι: πολλοὶ μὲν γὰρ αὐτῶν ἔπεσον, οὐκ ὀλίγοι δὲ κατετραυματίσθησαν. τοῖς δὲ Μήδοις ἐπιτεταγμένοι Κίσσιοι καὶ Σάκαι κατ᾽ ἀρετὴν ἐπίλεκτοι διεδέξαντο τὴν μάχην, καὶ νεοχμοὶ πρὸς διαπεπονημένους συμβαλόντες ὀλίγον μὲν χρόνον ὑπέμενον τὸν κίνδυνον, κτεινόμενοι δ᾽ ὑπὸ τῶν περὶ τὸν Λεωνίδην καὶ βιασθέντες ὑπεχώρησαν: [3] ἀσπίσι γὰρ καὶ πέλταις μικραῖς οἱ βάρβαροι χρώμενοι κατὰ μὲν τὰς εὐρυχωρίας ἐπλεονέκτουν, εὐκίνητοι γινόμενοι, κατὰ δὲ τὰς στενοχωρίας τοὺς μὲν πολεμίους οὐκ εὐχερῶς ἐτίτρωσκον, συμπεφραγμένους καὶ μεγάλαις ἀσπίσι σκεπαζομένους ὅλον τὸ σῶμα, αὐτοὶ δὲ διὰ τὰς κουφότητας τῶν σκεπαστηρίων ὅπλων ἐλαττούμενοι πυκνοῖς τραύμασι περιέπιπτον. [4] τέλος δὲ Ξέρξης ὁρῶν πάντα μὲν τὸν περὶ τὰς παρόδους τόπον νεκρῶν ἐστρωμένον, τοὺς δὲ βαρβάρους οὐχ ὑπομένοντας τὰς τῶν Ἑλλήνων ἀρετάς, προσέπεμψε τοὺς τῶν Περσῶν ἐπιλέκτους, ὀνομαζομένους ἀθανάτους καὶ δοκοῦντας ταῖς ἀνδραγαθίαις πρωτεύειν τῶν συστρατευομένων. ὡς δὲ καὶ οὗτοι βραχὺν ἀντιστάντες χρόνον ἔφυγον, τότε μὲν τῆς νυκτὸς ἐπιλαβούσης διελύθησαν, παρὰ μὲν τοῖς βαρβάροις πολλῶν ἀνῃρημένων, παρὰ δὲ τοῖς Ἕλλησιν ὀλίγων πεπτωκότων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: