previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἥφαιστος, Ζεύς.

Ἥφαιστος
τί με, Ζεῦ, χρὴ ποιεῖν; ἥκω γάρ, ὡς ἐκέλευσας, ἔχων τὸν πέλεκυν ὀξύτατον, εἰ καὶ λίθον δέοι μιᾷ πληγῇ διακόψαι.

Ζεύς
εὖ γε, Ἥφαιστε: ἀλλὰ δίελέ μου τὴν κεφαλὴν ἐς δύο κατενεγκών.

Ἥφαιστος
πειρᾷ μου, εἰ μέμηνα; πρόσταττε δ᾽ οὖν τι ἄλλο ὅπερ ἐθέλεις σοι γενέσθαι. [p. 85]

Ζεύς
τοῦτο αὐτό, διαιρεθῆναί μοι το κρανίον: εἰ δὲ ἀπειθήσεις, οὐ νῦν πρῶτον ὀργιζομένου πειράσῃ. ἀλλὰ χρὴ καθικνεῖσθαι παντὶ τῷ θυμῷ, μηδὲ μέλλειν: ἀπόλλυμαι γὰρ ὑπὸ ὠδίνων, αἵ μοι τὸν ἐγκέφαλον ἀναστρέφουσιν.

Ἥφαιστος
ὅρα, Ζεῦ, μὴ κακόν τι ποιήσωμεν: ὀξὺς γὰρ πέλεκύς ἐστι καὶ οὐκ ἀναιμωτὶ οὐδὲ κατὰ τὴν Εἰλήθυιαν μαιώσεταί σε.

Ζεύς
Κατένεγκε μόνον, Ἥφαιστε, θαρρῶν: οἶδα ἐγὼ τὸ συμφέρον.

Ἥφαιστος
ἄκων μέν, κατοίσω δέ: τί γὰρ χρὴ ποιεῖν σοῦ κελεύοντος; τί τοῦτο; κόρη ἔνοπλος; μέγα, Ζεῦ, κακὸν εἶχες ἐν τῇ κεφαλῇ: εἰκότως γοῦν ὀξύθυμος ἦσθα τηλικαύτην ὑπὸ τῇ μήνιγγι παρθένον ζῳογονῶν καὶ ταῦτα ἔνοπλον: που στρατόπεδον, οὐ κεφαλὴν ἐλελήθεις ἔχων. δὲ πηδᾷ καὶ πυρριχίζει καὶ τὴν ἀσπίδα τινάσσει καὶ τὸ δόρυ πάλλει καὶ ἐνθουσιᾷ, καὶ τὸ μέγιστον, καλὴ πάνυ καὶ ἀκμαία γεγένηται ἤδη ἐν βραχεῖ: γλαυκῶπις μέν, ἀλλὰ κοσμεῖ καὶ τοῦτο κόρυς. ὥστε, Ζεῦ, μαίωτρά μοι ἀπόδος ἐγγυήσας ἤδη αὐτήν.

Ζεύς
ἀδύνατα αἰτεῖς, Ἥφαιστε: παρθένος γὰρ ἀεὶ ἐθελήσει μένειν. ἐγὼ δ᾽ οὖν τό γε ἐπ᾽ ἐμοὶ οὐδὲν ἀντιλέγω.

Ἥφαιστος
τοῦτ᾽ ἐβουλόμην: ἐμοὶ μελήσει τὰ λοιπά, καὶ ἤδη συναρπάσω αὐτήν.

Ζεύς
εἴ σοι ῥᾴδιον, οὕτω ποίει: πλὴν οἶδα ὅτι ἀδυνάτων ἐρᾷς. [p. 86]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: