previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀφροδίτη
τί δήποτε, Ἔρως, τοὺς μὲν ἄλλους θεοὺς κατηγωνίσω ἅπαντας, τὸν Δία, τὸν Ποσειδῶ, τὸν Ἀπόλλω, τὴν Ῥέαν, ἐμὲ τὴν μητέρα, μόνης δὲ ἀπέχῃ τῆς Ἀθηνᾶς καὶ ἐπ᾽ ἐκείνης ἄπυρος μέν σοι δᾴς, κενὴ δὲ οἰστῶν φαρέτρα, σὺ δὲ ἄτοξος εἶ καὶ ἄστοχος;

Ἔρως
δέδια, μῆτερ, αὐτήν: φοβερὰ γάρ ἐστι καὶ χαροπὴ καὶ δεινῶς ἀνδρική: ὁπόταν γοῦν ἐντεινάμενος τὸ τόξον ἴω ἐπ᾽ αὐτήν, ἐπισείουσα τὸν λόφον ἐκπλήττει με καὶ ὑπότρομος γίνομαι καὶ ἀπορρεῖ μου τὰ τοξεύματα ἐκ τῶν χειρῶν.

Ἀφροδίτη
Ἄρης γὰρ οὐ φοβερώτερος ἦν; καὶ ὅμως ἀφώπλισας αὐτὸν καὶ νενίκηκας.

Ἔρως
ἀλλὰ ἐκεῖνος ἑκὼν προσίεταί με καὶ προσκαλεῖται, Ἀθηνᾶ δὲ ὑφορᾶται ἀεί, καί ποτε ἐγὼ μὲν ἄλλως [p. 99] παρέπτην πλησίον ἔχων τὴν λαμπάδα, δέ, εἴ μοι πρόσει, φησί, νὴ τὸν πατέρα, τῷ δορατίῳ σε διαπείρασα τοῦ ποδὸς λαβομένη καὶ ἐς τὸν Τάρταρον ἐμβαλοῦσα αὐτὴ διασπασαμένη διαφθερῶ. πολλὰ τοιαῦτα ἠπείλησε: καὶ ὁρᾷ δὲ δριμὺ καὶ ἐπὶ τοῦ στήθους ἔχει πρόσωπόν τι φοβερὸν ἐχίδναις κατάκομον, ὅπερ ἐγὼ μάλιστα δέδια: μορμολύττεται γάρ με καὶ φεύγω, ὅταν ἴδω αὐτό.

Ἀφροδίτη

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: