Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
τοιόσδε μὲν τὴν μορφήν ἡ ψυχὴ δὲ καὶ ἡ γνώμη — ἀλεξίκακε Ἡράκλεις καὶ Ζεῦ ἀποτρόπαιε καὶ Διόσκουροι σωτῆρες, πολεμίοις καὶ ἐχθροῖς ἐντυχεῖν γένοιτο καὶ ^ συγγενέσθαι τοιούτῳ τινί.
συνέσει μὲν γὰρ καὶ ἀγχινοίᾳ καὶ δριμύτητι πάμπολυ τῶν ἄλλων διέφερεν, καὶ τό τε περίεργον
καὶ εὐμαθὲς καὶ μνημονικὸν καὶ πρὸς τὰ μαθήματα εὐφυές, πάντα ταῦτα εἰς ὑπερβολὴν
ἑκασταχοῦ ὑπῆρχεν αὐτῷ. ἐχρῆτο δὲ αὐτοῖς εἰς
τὸ χείριστον, καὶ ὄργανα ταῦτα γενναῖα
ὑποβεβλημένα ἔχων αὐτίκα μάλα τῶν ἐπὶ κακίᾳ
διαβοήτων ἀκρότατος ἀπετελέσθη, ὑπὲρ τοὺς Κέρκωπας, ὑπὲρ τὸν Εὐρύβατον ἢ Φρυνώνδαν ἢ
Ἀριστόδημον ἢ Σώστρατον. αὐτὸς μὲν γὰρ τῷ
γαμβρῷ Ῥουτιλιανῷ ποτε γράφων καὶ τὰ
μετριώτατα ὑπὲρ αὑτοῦ λέγων Πυθαγόρᾳ ὅμοιος
εἶναι ἠξίου. ἀλλ᾽ ἵλεως μὲν ὁ Πυθαγόρας εἴη, σοφὸς ἀνήρ καὶ τὴν γνώμην θεσπέσιος, εἰ δὲ κατὰ τοῦτον ἐγεγένητο, παῖς ἂν εὖ οἶδ᾽ ὅτι πρὸς αὐτὸν
εἶναι; ἔδοξε. καὶ πρὸς Χαρίτων μή με νομίσῃς
ἐφ᾽ ὕβρει ταῦτα τοῦ Πυθαγόρου λέγειν ἢ
[p. 180] συνάπτειν πειρώμενον αὐτοὺς πρὸς ὁμοιότητα
τῶν πράξεων: ἀλλ᾽ εἴ τις τὰ χείριστα καὶ
βλασφημότατα τῶν ἐπὶ διαβολῇ περὶ τοῦ
Πυθαγόρου λεγομένων, οἷς ἔγωγε οὐκ ἂν πεισθείην
ὡς ἀληθέσιν οὖσιν, ὅμως συναγάγοι εἰς τὸ αὐτό, πολλοστὸν ἂν μέρος ἅπαντα ἐκεῖνα γένοιτο τῆς Ἀλεξάνδρου δεινότητος. ὅλως γὰρ ἐπινόησόν μοι καὶ τῷ λογισμῷ διατύπωσον ποικιλωτάτην τινὰ ψυχῆς κρᾶσιν ἐκ ψεύδους καὶ δόλων καὶ
ἐπιορκιῶν καὶ κακοτεχνιῶν συγκειμένην, ῥᾳδίαν,
τολμηράν, παράβολον, φιλόπονον ἐξεργάσασθαι
τὰ νοηθέντα, καὶ πιθανὴν καὶ ἀξιόπιστον καὶ
ὑκοκριτικὴν τοῦ βελτίονος καὶ τῷ ἐναντιωτάτῳ τῆς βουλήσεως ἐοικυῖαν. οὐδεὶς γοῦν τὸ πρῶτον ἐντυχὼν οὐκ ἀπῆλθε δόξαν λαβὼν ὑπὲρ αὐτοῦ
ὡς εἴη πάντων ἀνθρώπων χρηστότατος καὶ
ἐπιεικέστατος καὶ προσέτι ἁπλοϊκώτατός τε καὶ ἀφελέστατος. ἐπὶ πᾶσι δὲ τούτοις τὸ μεγαλουργὸν
προσῆν καὶ τὸ μηδὲν μικρὸν ἐπινοεῖν, ἀλλ᾽ ἀεὶ τοῖς μεγίστοις ἐπέχειν τὸν νοῦν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.