Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[24]
ἤδη δέ τινας καὶ ἐπὶ τὴν ἀλλοδαπὴν ἐξέπεμπεν, φήμας ἐμποιήσοντας τοῖς ἔθνεσιν ὑπὲρ τοῦ
μαντείου καὶ διηγησομένους ὡς προείποι καὶ ἀνεύροι δραπέτας καὶ κλέπτας καὶ λῃστὰς ἐξελέγξειε καὶ θησαυροὺς ἀνορύξαι παράσχοι
καὶ νοσοῦντας ἰάσαιτο, ἐνίους δὲ καὶ ἤδη ἀποθανόντας ἀναστήσειεν. δρόμος οὖν καὶ ὠθισμὸς ἁπανταχόθεν ἐγίγνετο καὶ θυσίαι καὶ ἀναθήματα,
καὶ διπλάσια τῷ προφήτῃ καὶ μαθητῇ τοῦ θεοῦ.
καὶ γὰρ αὖ καὶ οὗτος ἐξέπεσεν ὁ χρησμός:
Τιέμεναι κέλομαι τὸν ἐμὸν θεράπονθ᾽ ὑποφήτην
οὐ γάρ μοι κτεάνων μέλεται ἄγαν, ἀλλ᾽
ὑποφήτου:
[p. 208]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.