Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[13]
ἤδη δὲ ἄρχεσθαι δέον, μηχανᾶται τοιόνδε τι: νύκτωρ γὰρ ἐλθὼν ἐπὶ τοὺς θεμελίους τοῦ νεὼ τοὺς ἄρτι ὀρυττομένους — συνειστήκει δὲ ἐν αὐτοῖς
ὕδωρ ἢ αὐτόθεν ποθὲν συλλειβόμενον ἢ ἐξ
οὐρανοῦ πεσὸν — ἐνταῦθα κατατίθεται χήνειον
ᾠὸν προκεκενωμένον, ἔνδον φυλάττον ἑρπετόν τι
ἀρτιγέννητον, καὶ βυθίσας τοῦτο ἐν μυχῷ τοῦ πηλοῦ ὀπίσω αὖθις ἀπηλλάττετο. ἕωθεν δὲ γυμνὸς εἰς τὴν ἀγορὰν προπηδήσας, διάζωμα περὶ
τὸ αἰδοῖον ἔχων, κατάχρυσον καὶ τοῦτο, καὶ τὴν
ἅρπην ἐκείνην φέρων, σείων ἅμα τὴν κόμην ἄνετον
ὥσπερ οἱ τῇ μητρὶ ἀγείροντές τε καὶ ἐνθεαζόμενοι,
ἐδημηγόρει ἐπὶ βωμόν τινα ὑψηλὸν ἀναβὰς καὶ τὴν πόλιν ἐμακάριζεν αὐτίκα μάλα δεξομένην
ἐναργῆ τὸν θεόν. οἱ παρόντες δέ — συνδεδραμήκει
γὰρ σχεδὸν ἅπασα ἡ πόλις ἅμα γυναιξὶ καὶ
γέρουσι καὶ παιδίοις — ἐτεθήπεσαν καὶ εὔχοντο καὶ προσεκύνουν. ὁ δὲ φωνάς τινας ἀσήμους φθεγγόμενος, οἷαι γένοιντο ἂν Ἑβραίων ἢ Φοινίκων, ἐξέπληττε τοὺς ἀνθρώπους οὐκ εἰδότας
ὅ τι καὶ λέγοι, πλὴν τοῦτο μόνον, ὅτι πᾶσιν
[p. 194] ἐγκατεμίγνυ τὸν Ἀπόλλω καὶ τὸν Ἀσκληπιόν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.