τὰ μὲν θέρεος, τὰ δὲ γίνεται ἐν χειμῶνι,φησὶν ὁ Συρακούσιος ποιητής ῾Theocr. XI 58':' οὐχ ἅμα μὲν οὖν πάντα παρασκευάζεσθαι δυνατόν, λέγεσθαι δὲ ῥᾴδιον.
ὅτι δείπνων ἀναγραφὰς πεποίηνται ἄλλοι τε καὶ Τιμαχίδας ὁ Ῥόδιος δι᾽ ἐπῶν ἐν ἕνδεκα βιβλίοις ἢ καὶ πλείοσι καὶ Νουμήνιος <ὁ> Ἡρακλεώτης, ὁ Διεύχους τοῦ ἰατροῦ μαθητής, καὶ Ματρέας ὁ Πιταναῖος ὁ παρῳδὸς καὶ Ἡγήμων ὁ Θάσιος ὁ ἐπικληθεὶς Φακῆ, ὃν τῇ ἀρχαίᾳ κωμῳδίᾳ τινὲς ἐντάττουσιν.
ὅτι Ἀρτεμίδωρος ὁ Ψευδαριστοφάνειος ὀψαρτυτικὰς λέξεις συνήγαγε. τοῦ Φιλοξένου δὲ τοῦ Λευκαδίου Δείπνου Πλάτων ὁ κωμῳδιοποιὸς μέμνηται ῾I 646 K':'
ἐγὼ δ᾽ ἐνθάδ᾽ ἐν τῇ ἐρημίᾳεἶτα μετὰ μικρόν:
τουτὶ διελθεῖν βούλομαι τὸ βιβλίον
πρὸς ἐμαυτόν. Β. ἐστὶ δ᾽, ἀντιβολῶ σε, τοῦτο τί;
Α. Φιλοξένου καινή τις ὀψαρτυσία.
Β. ἐπίδειξον αὐτὴν ἥτις ἔστ᾽. Α. ἄκουε δή.
‘ἄρξομαι ἐκ βολβοῖο, τελευτήσω δ᾽ ἐπὶ θύννον.'
Β. ἐπὶ θύννον; οὐκοῦν [τῆς τελευτῆς] πολὺ
κράτιστον ἐνταυθὶ τετάχθαι τάξεως.
Α. ‘βολβοὺς μὲν σποδιᾷ δαμάσας καταχύσματι δεύσας
ὡς πλείστους διάτρωγε: τὸ γὰρ δέμας ἀνέρος ὀρθοῖ.
καὶ τάδε μὲν δὴ ταῦτα: θαλάσσης δ᾽ ἐς τέκν᾽ ἄνειμι.'
οὐδὲ λοπὰς κακόν ἐστιν: ἀτὰρ τὸ τάγηνον ἄμεινον,καὶ μετ᾽ ὀλίγα:
οἶμαι.
ὀρφὼν αἰολίαν συνόδοντά τε καρχαρίαν τε
μὴ τέμνειν, μή σοι νέμεσις θεόθεν καταπνεύσῃ,
ἀλλ᾽ ὅλον ὀπτήσας παράθες: πολλὸν γὰρ ἄμεινον.
πουλύποδος πλεκτὴ δ᾽, ἂν πιλήσῃς κατὰ καιρόν,
ἑφθὴ τῆς ὀπτῆς, ἢν ᾖ μείζων, πολὺ κρείττων:
ἢν ὀπταὶ δὲ δύ᾽ ὦσ᾽, ἑφθῇ κλαίειν ἀγορεύω.
τρίγλη δ᾽ οὐκ ἐθέλει νεύρων ἐπιήρανος εἶναι:
παρθένου Ἀρτέμιδος γὰρ ἔφυ καὶ στύματα μισεῖ.
σκορπίος αὖ—Β. παίσειέ γέ σου τὸν πρωκτὸν ὑπελθών.